Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-15
Not analysed yet
εἶεν: ἔστι καὶ ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως, ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον περιορίζει αὐτά. ἔστι δὲ καὶ παρακελεύσεως ἀντὶ τοῦ ἄγε δή, ὡς ἐνταῦθα. ~VφM ὧ* Κλωθοῖ] τρεῖς λέγουσιν εἶναι τὰς Μοίρας, Κλωθώ, Λάχεσιν καὶ Ἄτροπον. ἐνταῦθα οὖν ποιεῖ τὸν Χάρωνα πρὸς μίαν τῶν Μοιρῶν τὴν Κλωθὼ προσδιαλεγόμενον. ~ΔΓ2CVφΝΟUΩ —:περισπᾶται, διότι ὡμοφώνησε τῇ δοτικῇ τῶν ἑνικῶν· πᾶσα γὰρ πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει καὶ τὸν τόνον αὐτῆς ἔχει. ~Ο ἀναγωγήν*] ἀνάπλουν. ~ΓVNΟUΔ ἄντλος*] τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ. ~ΓVφNΟUΩΔ παρακέκρουσται*] εἴ τι εἶχεν ἐσχισμένον, ὑφάνθη. ~ΓVφNΟUΩΔ. Addunt VφNΔ: τοῦτο γὰρ σημαίνει καὶ παρὰ τοῖς νῦν ναύταις τὸ παρακέκρουσται. ~παρακέκρουσται: οὕτω φασὶν ἰδίως τὸ τὴν ὀθόνην τῇ κεραίᾳ συμβαλεῖν Ἀθηναῖοι. ~Γ2CVωΔ τετρόπωται*] ἐν τῷ τροπωτῆρι ἐμβέβληται. ~ΓVφNΔ. Addunt VφΔ: τροπωτὴρ δέ ἐστι λῶρος, εἰς ὃν τὴν κώπην ἐμβάλλουσιν. ~Ἑρμῆς*] τοῦτον γὰρ λέγουσιν εἰς τὸν Ἅιδην διακομίζειν τὰς τῶν ἀποθανόντων ψυχάς. ~ΓNUΩΔ ἀμφὶ βουλυτόν*] περὶ ἑσπέραν, ὅτε τοὺς βόας λύουσιν. ~ΔVφN ὁ Πλούτων: ὁ τῶν καταχθονίων βασιλεύς. ~Δ ἐμπεπολήκαμεν: ἐκερδάναμεν. ~Nφ ἐφήβων*] ἔφηβοι καλοῦνται οἱ ἀπὸ ιη′ ἐτῶν νέοι ἄχρι τῶν εἴκοσι. ~ΔVφ ἢ λόγους τινάς: ἐπειδὴ ῥητορικῆς ὁ Ἑρμῆς ἔφορος λέγεται. ~ΔVφ κλωπεύει*] λέγεται γὰρ τῶν κλεπτῶν προΐστασθαι ὁ Ἑρμῆς. ~ΓVφΟUΩΔ ἐξ ἡμισείας*] τὸν γὰρ Ἑρμῆν καὶ τοῖς ἄνω καὶ τοῖς κάτω συναριθμοῦσι καὶ τοῦτο νῦν διαπαίζει. ~VΓ2φΟUΩΔ