Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-18
Not analysed yet
μεγαλοσμαράγου*] ἀδιανόητος ὅλος ὁ στίχος, ὡς τοῦ Διὸς καὶ τὸ τραγῳδεῖν ἀγνοοῦντος. ~VΓΟΩΔ ὑποδραματουργεῖν*] τὸ δραματουργεῖν τοῦ ὑποδραματουργεῖν ταύτῃ διαφέρει· δραματουργεῖ μὲν γὰρ ὁ ποιητὴς καὶ τῆς ὑποθέσεως ὅλης καὶ τῶν ἐπῶν, ὡς Εὐριπίδης, Εὔπολις, Ἀριστοφάνης καὶ εἴ τις τοιοῦτος· ὑποδραμα τουργεῖ δὲ ὁ τὰ ὑπὸ τῶν δραματουργῶν τούτων εἰρημένα λαμβάνων κατὰ καιρὸν καὶ τοῖς οἰκείοις αὐτὰ πάθεσιν ἐναρμόττων ἅτε τοῖς ἤδη πεπραγμένοις ἀφομοιούμενα. ~VOΩΔ