Ancient Greek
Χάρων ἢ Ἐπισκοποῦντες.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-24
Not analysed yet
ἀδακρυτὶ κτλ.] σημείωσαι. ~Γ Θετταλός] τὸν Πρωτεσίλαον λέγει. ~BΔ —]ὁ Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγεται δέ, ὅτι γαμήσας καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων εἰς τὴν Τροίαν ἐλθεῖν καὶ πρῶτος αὐτῇ ἐπιβὰς ἐτελεύτησε. καὶ φασίν, ὅτι τοὺς κάτω δαίμονας ᾐτήσατο καὶ ἀφείθη μίαν ἡμέραν καὶ συνεγένετο τῇ γυναικὶ αὑτοῦ. ~UΩ ὡς* ἂν εἰδὼς ἅπαντα] ὡς ἐπιστάμενος σὺ ὁ Ἑρμῆς ἅπαντα. ~Δ οὐ σχολή μοι κτλ.] μετέωρος ὁ λόγος τῇ μιμήσει τῶν ἀληθινῶν διαλόγων. ~BΔ πρόσκωπον* εἶναι] ἀντὶ τοῦ ἐρέττειν ἤτοι ἐπὶ τῇ κώπῃ εἶναι. ~BVNΔ ὤμους* οὕτω καρτεροὺς ἔχων] ὡς παλαιστὴν αὐτὸν διαπαίζει. ~BNΔ