Ancient Greek
Περὶ παρασίτου, ὅτι τέχνη ἡ παρασιτική.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-30
Not analysed yet
μὰ Δία*] τὰ ⸢ἀπωμοτικὰ⸣ συν ⸢ἀκουομένην⸣ ἔχουσι τὴν ἄρ⸢νησιν, διὸ⸣ οὐδὲ πρ⸢όσκειται⸣. ~⸢V⸣ Γ2φUΩ φιλοσοφίας ]δηλονότι τῆς σοφίας. ~Γ2 ἐγὼ* μὲν κτλ.] σημείωσαι. τὸ ἑξῆς ο⸢ὕτως· ἐγὼ μέν⸣, εἰ δυνατὸν κα⸢κόν με εἶναι⸣, καὶ πλεῖον, οὗ σὺ ⸢φῄς, βού⸣λομαι κακὸς εἶ⸢ναι· φη⸣μὶ γὰρ κακὸν ἐ⸢μαυτὸν⸣ καὶ χείρω, οὗ σὺ ⸢δοκεῖς⸣· ὥστε μὴ ἀγ⸢νοοῦν⸣ τί μοι τοῦτο δό⸢κει ὀ⸣νειδίσαι, ἀλλ’ ὡς ⸢εἰδότι⸣ καὶ σεμνυνομένῳ ⸢ἐπὶ τῷ⸣ κακὸς εἶναι. ἢ οὕτως ἁπλούστερον· ἐγ⸢ὼ μέν⸣, εἰ οἷόν τε εἶναι, ⸢ὃ βούλο⸣μαι, καὶ πλεῖον ἀ⸢πέχειν⸣ βούλομαι, ὡ⸢ς μηδὲ⸣ δόκησιν παρέχει⸢ν ἀ⸣γνοίας, ὁπηνίκα ⸢τοῦτό⸣ μέ τις ὀνειδίζει, ἀλλὰ πράγματος ἀλήθειαν καὶ καθ’ ἑκούσιον γνώμην τὸ τοιοῦτο ὑποδυόμενος ἐπιτή⸢δευμα καὶ πλεῖον τῆς παρὰ σοὶ δοκήσεως. ~⸢V⸣ ΓφUΩ