Ancient Greek
1 to 2
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-39-2
Not analysed yet
Κέλσε] οὗτός ἐστι Κέλσος ὁ τὴν καθ’ ἡμῶν μ⸤α⸥κρὰν γράψας φλυαρίαν ἐν ὅλ⸤οις ὀκτὼ⸥ βιβλίοις, ᾧ πρὸς ἰσάριθμον ἀ⸤ντε⸥ξαγόμενος πρόθεσιν ὁ σπου⸤δαιό⸥τατος ἀντεῖπεν Ὠριγένης μ⸤ε⸥στοὺς ἁπάσης σοφίας καὶ εὐσεβε⸤ίας⸥ ἐξυφανάμενος λόγους καὶ λῆρον ἀποφ⸤ήνας⸥ τὸ θαυμαστὸν αὐτοῦ σπούδασμα. ~⸤B⸥VφΩ μεγίστῳ θεάτρῳ κτλ.] σημείωσαι. ~V Ἀρριανὸς* —Ἐπικτήτου μαθητής] ὅτι Ἀρριανὸς κατὰ τὸν Σεβαστὸν ἦν, ἐπεὶ καὶ ὁ Ἐπίκτητος ὁ Στωικός, οὗ τὰ Ἠθικὰ φέρεται, κατὰ τοῦτον ἦν. ~VBφΩ Μινύαν*] πότερον τὸν Ὀρχομένιον Μινύαν, οὗ καὶ Ὅμηρος [Β 511] μνημονεύει Ὀρχομενὸν φάσκων Μινύιον, ἢ τὸν Βοιώτιον; ~VBφ