Ancient Greek
Ἔρωτες.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-42
Not analysed yet
τοιαύτης ἀνέσεως κτλ.] σημείωσαι. ~Γ ἀσθενὴς γὰρ ἡ ψυχὴ κτλ.] ὡραῖον ἄγαν καὶ φυσικῆς θεωρίας ἐχόμενον τὸ χωρίον, ὅτι τὰ ἐν γενέσει πάντα διὰ τὴν τῆς ὕλης ἀσθένειαν οὐχ οἷά τέ ἐστιν ὑποστέγειν τὰ εἴδη ἐνδελεχῶς οὐδὲ τῆς τοῦ ἐναντίου ἐπεισόδου ἀνέπαφα, ἀλλ’ ἡ θατέρου παρουσία ὡσπερεί τινα ἄνεσιν προμηθεῖ ται τῆς ἀπὸ τοῦ ἑτέρου ἐγκόπου ἤδη ἐνεργείας. ταύτῃ γε δὴ καὶ τῇ ἀνὰ μέρος ἑκατέρων ὑπαλλαγῇ σῴζεσθαι καὶ τὸ ὑποκείμενον ἀφορμὰς λαμβάνει τὸ ἤδη κεκμηκὸς ἐπανάγοντος τοῦ ἐπεισιόντος τῇ τῶν ἐναντίων καταδοχῇ. ~ERVU