Ancient Greek
1 to 28
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-45-28
Not analysed yet
Μελέτη μεταληπτική, λέγοντος τοῦ φεύγοντος ἔξεστί μοι ποιῆσαι τόδε. ~Κ τέχνη δύναται κτλ.] σημείωσαι. ~Γ τοῦ θεραπεύσαντος κτλ.] ὡραῖον. ~Γ τῶν ἐμῶν —καὶ τὸ φαίνεσθαι] ὡραῖον ὅλον. ~Γ ἀρχὴν ταῦτα κτλ.] ὡραῖον. ~Γ ἀκροβολισμόν*] ἐρεθισμόν. καὶ ἀκροβόλοι οἱ τοξόται. ~Δ φιλοκρινούντων*] διακρινόντων, δοκιμαζόντων περιέργως. ~Δ τοῖς κεκρατημένοις κτλ.] ὡραῖον. ~ΓVU ἀλλ’ εὐθύς τινος κτλ.] ὡραῖον. ~Γ παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσῃ, οἷον [1, 78] τοῦ πολέμου τὸν παράλογον καὶ [cf. 2, 85] ὅτι ἐγένετο πολὺς παράλογος. παραλόγως δὲ τὸ ἀνέλπιστον λέγει καὶ παρὰ προσδοκίαν. ~Δ ἐπιπόλαιον*] τὸ πρὸς ὀλίγον φαινόμενον. ~Δ ὑποικουροῦν λεληθός τι μῖσος, ἀντὶ τοῦ ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. ~Δ ἀδίκαστον*] ἀνέριστον, δίκαιον, ἀδωροδόκητον. ~Δ ἐρήμης] ἐρήμη δίκη, ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ. ~Δ ἀκμή· ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως καὶ ἡ δύναμις καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτω καὶ Ἰσοκράτης [2, 33] τὸ μὲν τῆς τοῦ καιροῦ τυγχάνειν ἀκμῆς. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. ~Δ ἰσχναίνοντα*] κωλύοντα, κατέχοντα· ἀπὸ ἴσχω, τὸ κρατῶ. ~Δ διέσφηλε*] σφαλῆναι πεποίηκεν. ~Δ ἀπόχρη*] ἀντὶ τοῦ ἐξαρκεῖ φησιν Ἡρόδοτος [1, 66]. ~Δ κώμους*] κῶμος ἡ μέθη καὶ ἡ ἀπὸ μέθης ἀσέλγεια, ᾠδαί, ὀρχήσεις μετὰ μέθης. λέγεται κῶμα καὶ ὁ ὕπνος καὶ κω μάζω τὸ ὑβρίζω καὶ κωμαστὴς ὁ τρυφῶν μετ’ ᾠδῆς ἀσελγοῦς καὶ κώμυθα δέσμη χόρτου καὶ κωμῳδίαι ὕβρεις, διασυρμοί, ἐμπαίγματα. ~Δ ἀμελῶ*] ὀκνῶ, ἀναδύομαι, βραδύνω. ~Δ προνομίαν*] τιμὴν πλείονα. λέγεται προνομὴ καὶ ἡ διαρπαγὴ τῶν σκύλων. λέγεται προνόμια καὶ τὰ προλήμματα. ~Δ πάμπολυ τοῦ μὴ κτλ.] σημείωσαι. ~Γ ἐξαγώνιον*] ἔξω τοῦ ἀγῶνος. ~Δ ἁλισκόμενα*] καταλαμβανόμενα, κρατούμενα ἢ νικώμενα. ~Δ εὐηλίῳ καὶ εὐηνέμῳ κτλ.] ὡραῖον. ~Γ εὐπαγῆ καὶ εὔτονα κτλ.] σημείωσαι. ὡραῖον. ~Γ