Ancient Greek
1 to 6
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-62-6
Not analysed yet
περιήγησαι] περιεκτικῶς διήγησαι, τουτέστι κατὰ περιεκτικὴν πάντων διήγησιν. ~M τὸν βασιλέα*] τὸν Πλούτωνα. ~ΓφM ἀμενηνά*] ἀσθενῆ. ~Γ Σαρδανάπαλον*] λέγεται ὁ Σαρδανάπαλος κατὰ τινὰς μὲν ἑρμαφρόδιτος, κατὰ τινὰς δὲ τρυφερώτατος. ~ΓCΩ κεφαλαὶ* τοκήων] νόμος ἦν οὗτος Πυθαγορείοις, ὅτι τὸ κυάμους φαγεῖν ἴσον ἐστὶ τῷ φαγεῖν τὴν κεφαλὴν τῶν τοκήων. ~ΓCΩ ἐγκρυφίας*] ἄρτος ὁ ῥυπαρώτατος. ~Γ ἐξηνθηκώς*] ἐκβράσας. ~Γφ κόρυζα*] μωρία· τῶν γὰρ ἀνοήτων ἐκ τῶν ῥινῶν μύξαι ῥέουσιν. ~ΓφΩ ἅπαντες φαλακροί*] οἱ γὰρ νεκροὶ τὰς τρίχας οὐκ ἔχουσιν. ~ΓΩ τοὺς ἐν Σικελίᾳ τυράννους*] τοὺς Διονυσίους λέγει· ἀπῆλθε γὰρ πρὸς αὐτοὺς ὁ Πλάτων. ~ΓφΩ Χαρμίδης κτλ.] εἰς τὴν φιλοκαλίαν ἀποσκώπτει τὴν Σωκράτους. ~B ὁ τοῦ Κλεινίου*] Ἀλκιβιάδης. ~Γ