Ancient Greek
Μενίππου καὶ Τειρεσίου.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-63
Not analysed yet
Φινεύς*] ὁ μὲν Φινεὺς τυφλὸς ἦν, ὁ δὲ Λυγκεὺς πάνυ ὀξέως ἔβλεπεν. ~ΓCφMΩ —]⸤Ἀρ⸥κὰς μὲν ὁ Φινεὺς καὶ ⸤π⸥ερὶ Στύμφαλον κατοικῶν· ⸤ιιὧ⸥ καὶ αἱ Ἅρπυιαι τὰ δεῖπνα σινόμεναι πρὸς τοῦ Ἀλ⸤κ⸥μήνης Ἡρακλέους ἐξετο⸤π⸥ίσθησαν. Ἀθηναῖος δὲ ὁ Λυγκεὺς ὀξυδερκέστατος ⸤τ⸥οσοῦτον, ὡς καὶ τὰ κατὰ γῆς ὁρᾶν δύνασθαι. ~⸤B⸥CφMNΩ ἐπάλξεσιν*] ἔπαλξίς ἐστιν ὁ προμαχεὼν τοῦ τείχους. ~ΓR διαφέρεσθαι*] φιλονεικεῖν, μάχεσθαι. ~ΓR