Ancient Greek
Μενίππου καὶ Τροφωνίου.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-64
Not analysed yet
Τροφώνιε καὶ Ἀμφίλοχε] ὁ μὲν Τροφώνιος ἐν Λεβαδεᾳ τῆς Βοιωτίας, καθ’ ὃ νῦν ἐπὶ λόφου τὸ μαρτύριον Χριστοφόρου τοῦ ἱεροῦ μάρτυρος, τὸ αὑτοῦ συνεστήσατο χρηστήριον πρὸς τῇ συναγκείᾳ τῶν ἐκεῖ πετρωδῶν λόφων, ὁ δὲ Ἀμφίλοχος ἐν Κλάρῳ τῆς κάτω Ἀσίας οὐ πόρρω πολὺ τῆς Μιλήτου. ~BMNΩ —]Τροφώνιος καὶ Ἀμφίλοχος ἥρωες ὄντες ἐμαντεύοντο. λέγουσι δέ, ὅτι οἱ τόποι, ἐν οἷς ἐτάφησαν, ἐπέμειναν μαντευόμενοι. ~ΓRφΩ. Addit R: τοῦτον γοῦν τὸν Τροφώνιον καὶ τὸν ἀδελφὸν μέμνηται Πίνδαρος ἐν τῇ ᾠδῇ τῶν Ἰσθμιονικῶν τῇ εἰς Κασμύλον Ῥόδιον πύκτην· ἱστορεῖ δὲ οὗτος [fr. 2. P. L. G. I4 p. 374 Bergk] ὁ δ’ ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν τὰν Ἀγαμήδεϊ Τροφωνίῳ θ’ ἑκαταβόλου συμβουλίαν λαβών. ὁ δὲ τὴν περὶ ταῦτα φράσιν συντάξας λέγει οὕτως. ~Λεβαδείᾳ*] ὁ τόπος, ἐν ᾧ ἐμαντεύοντο. ~ΓRφΜ