Ancient Greek
1 to 2
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-75-2
Not analysed yet
⸢Ἀρίων ὁ ἀπὸ Λέσβου κιθαρῳδὸς ἦν ἄριστος. τοῦτον μετὰ πολλῶν πλέοντα χρημάτων οἱ ναῦται τῶν χρημάτων ἐπιθυμήσαντες εἰς τὴν θάλασσαν ἔρριψαν, δελφὶς δὲ αὐτὸν ὑπο⸣δεξάμενος εἰς τὴν γῆν ἐξήγαγεν, ὡς ἱστορεῖ ⸢Ἡρόδοτος⸣ [Ι 24]. ~Γ⸢V⸣Ω Μηθύμνης*] πόλις τῆς Λέσβου. ~ΓVΩ Ἀρίονα] παρὰ τὰ παρ’ Ἡροδότῳ [Ι 24] καὶ τοῖς λοιποῖς ἅπασιν ἱστορούμενα περὶ Ἀρίονος τὰ παρόντα· ὁ μὲν γὰρ ἐξ Ἰταλίας εἰς Κόρινθόν φησι μετὰ μεγάλων πλούτων τῶν ἀπὸ τῆς μουσικῆς τῆς ἐργασίας ἀναπλέοντα τὰ προκείμενα παθεῖν τὸν Ἀρίονα οὐδὲ ὡς ὑπόκειται. ~B ὁ δὲ πλουτήσας κτλ.] σημείωσαι. ~Γ παρανέων*] κολυμβῶν. ~Γ