Ancient Greek
1 to 3
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-80-3
Not analysed yet
τὸ κῆτος κτλ.] Κασσιέπεια ἡ γυνὴ τοῦ Κηφέως ὕβρισε τὰς Νηρηίδας. διὰ τοῦτο ὁ Ποσειδῶν ἔπεμψε κατὰ τῆς χώρας τοῦ Κηφέως κῆτος. τοῦ δὲ κήτους πολλὰ βλάπτοντος χρησμὸς ἐδόθη, ὅτι οὐ παύσεται, ἐὰν μὴ δοθῇ αὐτῷ ἡ θυγάτηρ τοῦ Κηφέως Ἀνδρομέδα. ἐδόθη καὶ ἐλθὼν ὁ Περσεὺς ἔσωσεν αὐτήν. ~ΓCΩ σῶστρα*] τὰ ὑπὲρ σωτηρίας δῶρα. ~ΓΩ ὅπου διῃτῶντο κτλ.] ὡραῖον. ~Γ ἅρπην*] δρέπανον. ~Γ προκειμένην] προβεβλημένην. ~ΓM καθειμένην κτλ.] τὸ ἑξῆς καθειμένην τὰς κόμας πολὺ νέρθεν τῶν μαστῶν. ~MΩ πρόκωπον* —τὴν ἅρπην] γεγυμνωμένην τὴν δρεπάνην. ~Γ —]ἀντὶ τοῦ κόπτειν προκειμένην ἢ γεγυμνωμένην. ~M προκαθικνεῖται*] προκαταλαμβάνει. ~ΓΜ