Ancient Greek
1 to 2
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 1-83-2
Not analysed yet
σαίρειν*] φιλοκαλεῖν. ἐκ τούτου καὶ σάρον τὸ φιλοκάλιον. ~ΓMΩ. Alia lectio est in B: αἴρειν*] καθαίρειν. ~διαφέρειν] ἀντὶ τοῦ διακομίζειν. ~BMΩ νεώνητον*] τὸν Γανυμήδην λέγει. ~ΓBΩ. Addunt BΩ: δριμέως δὲ εἰς τὸ γένος ἀπέσκωψε τούτου νεώνητον εἰπών· οὐ γὰρ εἶχεν οὕτως, ἀλλ’ ὡς ἂν ὑποφήνῃ καὶ ἐκ Φρυγῶν τοὺς Ἕλληνας δουλουμένους. ~ψυχαγωγεῖν*] καὶ τοῦτο δριμύ. ~BMΩ Λήδας* τέκνα] τοὺς Διοσκούρους λέγει Κάστορα καὶ Πολυδεύκην. ~BΩ οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης] ὁ Ἡρακλῆς καὶ ὁ Διόνυσος. ~B ἰδέ*] οὕτως ὀξυτόνως ἰδέ· Ἀττικοὶ γὰρ ὀξύνουσι τὸ εἰπέ, εὑρέ, ἰδέ ὁμοίως τῷ ἐλθέ. ~ΒCMΩ σόβει*] τρέχε. ~Γ