Ancient Greek
Ἀπολογία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 10-10
Not analysed yet
ὀδύρεσθαι τὸ γῆρας: ἁπλότητος ἤθους ταῦτα κατασκευαστικά. ἀλλ’ οὖν, βωμολόχε, εἰς ταύτην κἀκεῖνοι, ὧν κατέδραμες ἀπηνῶς, καταφεύγοντες ἀπολογίαν λῆρόν σε καὶ φιλαίτιον καὶ μεμψίμοιρον ἀποφανοῦσι καὶ κώνωπα, φασί, μιμούμενον ἀετόν· τάχα γὰρ Σωκράτην ἐθέλων μιμεῖσθαι, οἷς οὗτος Πρόδικον τὸν Κεῖον καὶ τοὺς κατ’ αὐτὸν ἀπελέγχει σοφιστάς, ἐπὶ τὴν τοιαύτην ἀπέδραμες γλωσσαλγίαν. ἀλλὰ γὰρ καλῶς ἔχει τοῖς Ὁμήρου [Γ 47] σε βάλλειν ἢ τοιόσδε ἐὼν πόντον ἐπιπλώσας ἑτάρους ἐρίηρας ἀγείρας καὶ ὅσα λοιπά. ~ΔE ἠλιβάτων] ἠλίβατον ὑψηλόν, ἄβατον, ἢ ὅπου ὁ ἥλιος πρῶτον βάλλει, εἴλη †βεβηκυῖαν. Στησίχορος [fr. 83 Bergk] δὲ Τάρταρον ἠλίβατον τὸν βαθὺν λέγει. ἔνιοι ἠλίφατον ἀποδιδόασιν ἡλίῳ φαινόμενον. ~Δ