Ancient Greek
Περὶ θυσιῶν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 11-4
Not analysed yet
νεών] εἰς ὃν κεῖται τὸ τοῦ Διὸς ἄγαλμα. ~ΓVΜΩ Πισαίων*] ἐν Πίσῃ γὰρ τῆς Ἠλείας γῆς τὸ τοῦ Ὀλυμπίου Διὸς ἄγαλμα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατεσκεύασε Φειδίας, ὅπου καὶ ὁ ἀγὼν τὰ Ὀλύμπια ἐτελεῖτο. ~VBΝΩΔ —]διὰ τὸ κατὰ πενταετίαν μόνον ἐπιδημεῖν τοὺς ἀνθρώπους χάριν τῶν Ὀλυμπίων εἰς Ὀλυμπίαν ἕνεκεν τοῦ ἀγῶνος, ἄλλοτε δὲ μηδέποτε, διὰ τοῦτο εἶπε τὴν Πισαίων ἐρημίαν. ~ΒVΝΩΔ