# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 11-6

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Περὶ τῆς Περεγρίνου τελευτῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/11-6

τὴν θαυμαστὴν* σοφίαν τῶν Χριστιανῶν ἐξέμαθε] θαυμαστὴ μὲν οὖν, ὦ μιαρέ, καὶ παντὸς ἐπέκεινα θαύματος, εἰ καὶ σοὶ τυφλῷ ὄντι καὶ ἀλαζόνι τὸ κάλλος αὐτῆς ἀνεπίσκεπτον καὶ ἀθέατον. ~ ΓV θαυμαστὴν* κτλ.] μιαρὲ καὶ ὀλέθριε, ψεύδῃ· οὐ γάρ πως τοιοῦτο ἡμῖν ἔγνωσται περὶ τούτου· ἦ γὰρ ἂν οὐκ ἀπεκρυψάμεθα τοῦτο, πολλοὺς καὶ ἄλλους ἐσχηκότες τοιούτους καὶ οὐδέν τι αἰσχυνθέντες, εἰ πάλιν κυνὸς τρόπον ἐπὶ τὸ ἴδιον ἀπεῖδον ἀπέραμα οἱ μὲν καὶ πάντῃ πρὸς τὴν ἀρχαίαν ἀποκλίναντες δεισιδαιμονίαν ὡς οἷα Πορφύριος ὁ Φοῖνιξ, οἱ δὲ καὶ πρὸς τὸ διάστροφον τῆς καθ’ ἡμᾶς ἀπενεχθέντες θρῃσκείας ὡς Ὠριγένης ὁ Αἰγύπτιος. οὔκουν οὐδὲ τουτ’ ἂν ἀπεκρυψάμεθα καὶ μάλιστα, εἰ καὶ ἐξηγήσεις τινὰς τῆς καθ’ ἡμᾶς ἁγίας συνεκρότησε γραφῆς. ἡ γὰρ καθ’ ἡμᾶς σεμνὴ πίστις καὶ ἀμώμητος μηδὲν μικρολογουμένη περὶ τὴν αἱρετικῶν ὀλιγωρίαν, ἔστ’ ἂν ἄξιόν τις αὐτῇ ἑαυτὸν παρέχοι, οὐ φθονεῖ τούτῳ τῶν ἑαυτῆς χαρισμάτων παρέχειν· ἐπὰν δὲ τὴν ἑαυτοῦ πάλιν τράπηται, αὐτῇ μὲν οὐδὲν οὕτως τῇ καθαρᾷ ἐλυμήνατο πίστει, αὑτῷ δὲ ἐντεῦθεν οὐδὲ τὸν καρπὸν ἀποβαλλόμεθα τούτου τῶν † τε παρὰ τὰς διεξόδους τῶν θείων ὑδάτων πεφύτευτο, ἔβρυε καὶ ἤνθει, ἀλλ’ εἰς ἔλεγχον αὐτοῦ ἐῶμεν καὶ γνῶσιν τοῖς μετ’ ἐκεῖνον, ὅτι τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέσχε. καὶ ὁπηνίκα μὲν γέγονε τῆς καθαρότητος, καὶ ἑαυτοῦ τοιοῦτον ἤνεγκε τὸν καρπόν· ὅτε δὲ τῆς ζωοποιούσης ἀμπέλου ἐξώθησεν ἑαυτόν, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ πρὸς πυρὸς ὕλην συναχθῆναι παραίτιος ἑαυτῷ γέγονεν. ~ R

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
