Ancient Greek
Ἀπολογία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12-12
Not analysed yet
μισθαρνοῦντας] ἐπὶ μισθῷ δουλεύοντας. ~Γ —:οἷον τοὺς τὸν μισθὸν ἀντικαταλλαττομένους. καὶ μισθαρνία λέγεται ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. ~Δ τὸ μέρος*] ἀντὶ τοῦ ὅσον εἰς ἡμᾶς ἧκεν, εἰς τὸ μέρος ἡμῶν συμβάλλεται. ~EVφΔ τῆς Αἰγυπτίας κτλ.] ὧ μακαρίας τῆς τότε Ῥωμαίων ἀρχῆς, καθ’ ἣν οὕτω ταῦτα ἐπράττετο, οὐχ ὡς νῦν πάντα ⸤συγ⸥χύσεως καὶ ἀ⸤γνωσ⸥ίας πάντα ⸤ἐμπέ⸥πλησται ⸤καὶ τὸ⸥ ἑκάστῳ ⸤δο⸥κοῦν νόμος. ~⸤E⸥Δ ἁπαξαπάντων: ὑφ’ ἕν· ἀντὶ γὰρ τοῦ παντάπασιν. Ἀριστοφάνης Εἰρήνῃ [247] 12 ἁπαξάπαντα καταμεμυττωτευμένα. ~ECVφΔ ὁ μισθὸς —παρὰ τοῦ* βασιλέως] εἴ τί σου ἄλλο, ταῦτα πλεονεξίας κατήγορα καὶ ἀλαζονείας. καλῶς μὲν γὰρ εἶχέ σοι ἡ ἀπολογία τὰ κοινὰ συνδιαφέρειν τοῖς ἄλλοις καὶ διαχειρίζειν προβαλλομένῳ καὶ πρὸς ἐπαίνου ὑμῖν τοῦτο παρὰ πᾶσι τὸν βίον ἐπανορθοῦσθαι προθυμηθέντι. τό γέ τοι παρὰ βασιλέως προσθεῖναι μισθοφορεῖν καὶ οὕτω μισθοφορίαν ὑπερφυῆ οὐκ ἔστιν ἥτις ἄλλη ταύτην ὑπερ βάλοιτο φιλοτιμία καὶ πλεονεξία· εἰ γὰρ τὸ παρὰ τοῖς ἄλλοις μισθοφορεῖν αἰσχρόν, πολλῷ μᾶλλον τὸ παρὰ βασιλεῖ, καὶ εἰ τὸ μικρὰ μισθαρνεῖν καταγέλαστον, τί ἂν εἴποι τις τὸ μεγάλα; ὅσον γὰρ βασιλεὺς ἰδιώτου εἰς τύχην ὑπερτερεῖ καὶ τὰ δέκα τῆς μονάδος εἰς πλῆθος, τοσοῦτον καὶ τῷ φιλοσοφεῖν αἱρουμένῳ κατὰ τὸ κράτιστον, ἄν τε ὑπὸ μικροῦ ἄν τε ὑπὸ μεγάλου φιλοσοφίας ἐκκρούοιτο, εἰς γέλωτα πλατύτερον συντελοίη. ἴσως γὰρ τὸ μικρὸν συγγνωστόν, Θεόγνιδα [1155 Bergk] συνέπαινον ἔχον, ἐν οἷς φησιν οὐκ εὔχομαι πλουτεῖν οὐδὲ ἔραμαι, ἀλλά μοι εἴη ζῆν ἀπὸ τῶν ἐλαχίστων. ~EΔ. Addit Δ: (om. πλουτεῖν —ἐλαχίστων): οὕτως ὄναιντο οἱ καθ’ ὑμᾶς, εἰ τοῦτο πράττουσιν· οὐ γὰρ οὔ, †ἀλλ’ ἢ τοῦ Ἀσσυρίου ἀληθῶς εἰπεῖν κατ’ οὐδὲν διακείμενοι Ἀνακενδαράξιδος. καὶ τί γὰρ ἄλλο; ~