Ancient Greek
Περὶ τοῦ μὴ ῥιᾳδίως πιστεύειν διαβολῇ.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14
Not analysed yet
Στρατονίκη*] τὴν Σελεύκου Στρατονίκην λέγει, ἧς ὁ υἱὸς Σελεύκου Ἀντίοχος ἐρασθεὶς πείθει τὸν πατέρα ταύτης παραχωρῆσαι τῷ υἱῷ . πείθει δὲ νόσῳ ἁλοὺς καὶ πρὸς αὐτῷ γεγονὼς τῷ θανεῖν διὰ τὸν πρὸς τὴν Στρατονίκην ἔρωτα· ἐν ἀμηχανίᾳ γὰρ τοῦ πατρὸς γεγονότος Σελεύκου διὰ τὸν υἱὸν Ἀντίοχον, εἶτα σοφίᾳ τοῦ ἰατροῦ γνωσθέντος τοῦ παραιτίου τῆς νόσου τοῦ ἔρωτος, ὑπεξέστη ταύτης ὁ πατὴρ τῷ υἱῷ. ~VΓ2φΔ Φιλόξενος κτλ.] σημείωσαι. ὡραῖον. ~VΜ φιλόθεον κτλ.] ὡραῖον. ~Γ