Ancient Greek
Βίων πράσεις.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14-3
Not analysed yet
αἰνίγματα —ἢ γρίφους] σημείωσαι. διαφέρει γρῖφος καὶ αἴνιγμα, ὅτι τὸ μὲν αἴνιγμα ὁμολογεῖ τις ἀγνοεῖν, τὸν δὲ γρῖφον ἀγνοεῖ δοκῶν ἐπίστασθαι. οἷον αἴνιγμα μέν ἐστι τὸ τί δίπουν; τί τρίπουν; 〈τί τετράπουν; 〉ἐνταῦθα δὲ δῆλον τὸ ἐρώτημα. γρῖφος δὲ οἷον Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνήρ· ἐνταῦθα δοκεῖ μὲν εἰδέναι τὸ ῥηθέν, ἀγνοεῖ δέ, ὅτι Διομήδης ἦν ἀνὴρ Ἀχιλλεύς· ἐκείνην γὰρ ἔσχε μετὰ τὴν Βρισηίδα. ~UΩ