Ancient Greek
Work 80_14
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 14.2
Not analysed yet
ὑποδήματα ἐκ Σικυῶνος*] τὰ Σικυώνια ὑποδήματα διεφέροντο παρὰ τοῖς παλαιοῖς ὡς καὶ αἱ Ἰφικρατίδες κρηπῖδες, ἀπὸ Ἰφικράτους πολλὴν φιλοκαλίαν περὶ τὴν ὑπόδεσιν ἐπιδεδειγμένου. ~SC σαπέρδας: ἢ αἱ ἀφύαι αἱ καλάμοις διειρμέναι καὶ τεταριχευμέναι, ἢ τὰ ὕεια τεμάχη, ἃ γόνδην Παφλαγόνες φασίν. αἱ πέρκαι δὲ εἶδος ἰχθύος καὶ αὐτὸ τεταριχευμένον, καὶ ἔοικεν ἀπὸ τούτου καὶ ὁ σαπέρδης τὰ ἀπὸ τῶν ἀφύων νῦν ταρίχη σημαίνειν. οἱ δὲ ἀκριβέστεροι σαπέρδην φασὶ τέμαχος τεταριχευμένον ἰχθύος· τὸν γὰρ κορακῖνον ἰχθὺν σαπέρδην οἱ Ποντικοί φασιν. ~CS τυρὸν —ἐκ Γυθίου: Γύθιον τόπος παραθαλάσσιος τῆς Λακωνικῆς. ~CMS