Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 15-7
Not analysed yet
λογᾷ*] ἀντὶ τοῦ λέγειν ἐπιθυμεῖ ~EVφΩΔ εὐφοροῦσαν: ἀντὶ τοῦ φορῷ τῷ πνεύματι φερομένην. ἀκροκυματοῦσαν δὲ τὴν μετρίοις τοῖς κύμασιν ἔτι διολισθαίνουσαν. ~EVφΩΔ ἕκτορας καὶ ἰσχάδας καὶ ναυσιπέδας τὰ σιδηροβόλιά φησι. ~EVΔ πλεῖ κτλ. |πέπαικται τῷ κακοδαίμονι τὸ πλεῖ καὶ νεῖ καὶ θεῖ, προστακτικά, καὶ πλέον ἔτι τὸ ἀπὸ τῆς ληφθείσης εἰκόνος τῆς τριαρμένου νεὼς τὸ ἀπόγειος πίνειν· δεικνύει γὰρ ἀπὸ τούτου, ὅτι ὡς ληροῦντας αὐτοὺς παραλογίζεται. ~EVφΩΔ κατουρουμένην*] καὶ τοῦτο πέπαικται ἀποσκωπτικῶς εἰς τοὺς ὀνοματοποιοῦντας· κοινὸν γὰρ τοῦτο καὶ κατὰ τοῦ φορτικοῦ τὸ κατουρουμένην. ~EVφΩΔ