Ancient Greek
Μέυνιππος ἢ Νεκυομαντεία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 17-10
Not analysed yet
ἐπειδὰν* —ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον] τάχα τὸν Αἰακὸν ἐπέστησαν Ἕλληνες ταῦτα δικάζειν τοῖς νεκροῖς τὸ τοῦ ὀνόματος ἔτυμον παραλαβόντες εἰς συνηγορίαν· βούλονται γὰρ νῦν παρὰ τὸ αἰάζειν τὸν Αἰακὸν ὠνομάσθαι, ὃ συμβαῖνον ἐπὶ τοῖς ἀποιχομένοις τῷ τάφῳ παρευθὺς αὐτοὺς παραδίδωσιν. ~VφΒΩΔ οὐ πλέον ποδός: καὶ γὰρ ἐπὶ τῶν πυρὶ θαπτομένων μόγις ποδιαῖον τόπον ἡ σποδὸς ἐπίσχει. ~BVφΩΔ ταριχοπωλοῦντας* κτλ.] εἰς τοὺς τὰ σώματα ταριχεύοντας αἰνίττεται καὶ παίζει τοὺς τὰ ἐπιγράμματα ἔχοντας ἐν τοῖς τάφοις. ~VφBΩΔ Φίλιππον —ὑποδημάτων] ἴσως ἐπὶ τῷ τάφῳ Φιλίππου σκυτεῖον ὕστερον συνέστη, καὶ τοῦτο παίζει. τὰ δὲ τῶν ἄλλων βασιλέων ὀστᾶ ὑπὸ τῶν τυμβωρυχούντων παρὰ τὰς τριόδους ἐσκυβαλευμένα τοῦτο διαγελᾷ. ~BVφΩΔ