Ancient Greek
Χάρων ἢ Ἐπισκοποῦντες.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 17-8
Not analysed yet
ὅτι θνητοί τέ εἰσι κτλ.] ὡραῖον. ~Γ ἔζων τε ἂν σωφρονέστερον κτλ.] σημείωσαι. ~Δ ἢ τί γὰρ —c. τῶν ματαίων πόνων] ὡραῖον ὅλον πάνυ τὸ χωρίον. ~Δ εἰ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν . . . ἢ τί *γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος κτλ.] ἀμφότερα ταῦτα εἴδομεν ἐφ ’ἡμῶν τέλος ἐσχηκότα· καὶ γὰρ Στυλιανὸς ὁ Ζαούτζης οἴκημα πρὸς τὸ παλάτιον κατασκευάσας φιλοτίμως τοσοῦτον ἀπέλαυσεν αὐτοῦ, ὥστε τὸν ἐγκαινισμὸν τοῦ οἴκου ἀρχὴν αὐτῷ τοῦ θανάτου καὶ τέλος ὑπάρξαι τοῦ βίου, Λέων τε ὁ Βασιλείου τὴν τοῦ υἱοῦ γένεσιν λαμπρῶς ἑστιάσας αὐτὸς μὲν οἴχεται, μετέωροι δ’ αἱ ἐπὶ τῷ υἱῷ ἀποβάσεις. ~BΔ ὑφ’ ὧν ἐπιόντων ἀγγέλων] ἀντὶ τοῦ ὑπὸ τῶν ἐπιόντων. ~ΔΜΩ