Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 18-2
Not analysed yet
τὸ κήρυγμα* τὸ ἐκ τοῦ νόμου] τοῦτο λέγεται, ὅτι, καθὼς ὁ συμβουλευτικὸς ὑφηγεῖται νόμος, ὃς ἱκανὸς γνώμην εἰσφέρειν, ἀνιστάσθω ἐρῶν, ὅτι καὶ ἔχει. ~VΟΩΔ τελείων*] νόμος ἐκέλευε παρ’ Ἀθηναίοις πρώτους λέγειν τοὺς ὑπὲρ τὰ πεντήκοντα ἔτη γεγονότας καὶ μετ’ αὐτῶν τοὺς λοιπούς. οὐκ ἐξῆν δὲ δημηγορῆσαι οὔτε τοῖς ἀτίμοις οὔτε τοῖς ξένοις οὔτε τοῖς μὴ καταλαβοῦσι τὴν ἔννομον ἡλικίαν. τὸ οὖν γινόμενον παρ’ Ἀθηναίοις παρὰ τοῖς θεοῖς νῦν ὑποτίθεται. ~ΓCVΟΩΔ