Ancient Greek
Κατάπλους ἢ Τύραννος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-3
Not analysed yet
εὐπλοῶμεν*] ἐπικελευσμὸς ἢ ἐπίφθεγμα τῶν πλεῖν ἀρχομένων ἤτοι πορθμὸν διαβαλλόντων ἢ εἰς πέλαγος ἀφιέναι μελλόντων τὸ εὐπλοήσωμεν τῇ τύχῃ ὡς ἔοικε τοῦτο ὑποβαλλομένων. ~V πρόσκωπος*] ἐπὶ τῇ κώπῃ καθήμενος. ~ΓVφΟΩΔ εὐῆρες*] καλῶς κωπηλατοῦν. ~ΓVΟΩΔ ἐρετμόν*] κώπην. ~ΓV ἔρεττε: κωπηλάτει. ~Δ ἦ] ἆρα. ~ΓV ὑποκελεῦσαι*] ὡς ἐν τοῖς πλοίοις λέγειν εἰώθασι κελεῦσαι. ~ΓVφΟΩΔ. Addunt VφΟΩΔ: ᾠδὴν δὲ λέγει ναυτικήν, ἥν ὑποκέλευσμα καλεῖ, διότι ἑνὸς καταρχομένου οἱ ἄλλοι ὑπήκουον τὸ ᾀδόμενον, ὥσπερ καὶ ὅτε τὴν ὀθόνην τῶν πλοίων μετὰ τῆς κεραίας ἐπὶ τὸν ἱστὸν ἀναφέρουσιν. ~