Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 19-5
Not analysed yet
ὁ Τειρεσίας, ὡς λέγουσιν, εἶδε τὴν Ἀθηνᾶν λουομένην, κἀκείνη ὀργισθεῖσα μετέβαλεν αὐτὸν εἰς γυναῖκα. ~ΓCVΔ ὁ Καινεὺς πρότερον, ὥς φασιν, γυνὴ ἦν. ἠράσθη ταύτης ὁ Ποσειδῶν, ἡ δὲ οὐκ ἄλλως ἔφη συγγίνεσθαι αὐτῷ, εἰ μὴ ὀμόσῃ αὐτῇ πρότερον ποιήσειν, ὃ βούλεται. ὀμόσαντος δὲ τοῦ Ποσειδῶνος εἶπεν ὅτι ἄνδρα με ποίησον. ὁ δὲ διὰ τὸν ὅρκον ποιήσας οὐκ ἠδυνήθη συγγενέσθαι. ~ΓCVΦΩΔ —]λέγεται τὸν Καινέα ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλλόμενον καὶ γενναιότατον γενέσθαι, ὑπὸ Κενταύρων γε μὴν ὀλέσθαι ἐλάταις ἀλοώμενον. ~VφΩΔ . Addit Δ: ὥς φησιν Ἀπολλώνιος ἐν Ἀργοναυτικοῖς [1, 59]. ~Τειρεσίᾳ*] ἠμφισβήτησαν ἀλλήλοις ὁ Ζἐὺς καὶ ἡ Ἥρα, τίς τῆς λαγνείας μᾶλλον ὀρέγεται, ἀνὴρ ἢ γυνή, καὶ ἔλαβον δικαστὴν τὸν Τειρεσίαν ὡς ἔμπειρον ὄντα τῶν δύο. ὁ δὲ ἔφη, ὡς ἐνναπλάσιον ἡ γυνὴ τοῦ ἀνδρὸς ὀρέγεται· καὶ ὀργισθεῖσα ἡ Ἥρα ἐτύφλωσεν αὐτόν. ~ΓCVΦΩΔ. Addit Δ: ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ. ~συνενεγκοῦσαν*] ἐπὶ συμφέροντι γενομένην. ~ΓVφΟΩ