Ancient Greek
2 to 9
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-21-9
Not analysed yet
ἀκούω βοῶντος κτλ.] ὡραῖον. ~Γ ποιητήν*] οὐχ ὅτι ποιητὴς ἦν Περεγρῖνος, διὰ τοῦτο ποιητὴν αὐτὸν νῦν καλεῖ, ἀλλ’ ἐπειδὴ τραγικόν τι πρᾶγμα διείργασται μεγάλης συμφορᾶς αἴτιον ἑαυτῷ καὶ οἷα οἱ τραγῳδιοποιοὶ γράφουσι, διὰ τοῦτο καὶ διασκευῆς ἐμνημόνευσε σκηνικοῦ πράγματος καὶ αὐτὸν ποιητὴν εἶπεν ὡς τοιαύτης τραγῳδίας εἰσαγωγέα. ~VR ἐτίλλετο* κτλ.] Φιλίππου τοῦ γελωτοποιοῦ γελωτοποιότερε, τί ταῦτα; ~R ἐπυνθανόμην κτλ.] ὡραῖον. ~Γ διέφυγε* ῥαφανῖδι] τοὺς μοιχοὺς γὰρ τοιαύτην ἀποτίνειν ἔθος τοῖς παλαιοῖς ποινήν· ἐπὰν γὰρ ἑάλω, μετὰ πολλὰς τὰς ἄλλας τελευτῶντες ῥαφανῖδα τῇ πυγῇ τοῦ μοιχοῦ πάνυ ἁδρὰν ἐνεῖρον. ~VRC