Ancient Greek
Περὶ τῶν διψάδων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-24
Not analysed yet
καὶ ἐλεφάντων κτλ.] σημείωσαι. ~Γ τροφὴ γὰρ αὕτη τῷ πυρί*] σημείωσαι. ὥσπερ γάρ τις τροφὴ καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ τὸ ὑγρόν, ἀλλὰ τῷ ψυχρῷ μὲν ἄτε συγγενεστέρῳ μᾶλλον κρατύνεται καὶ ἐπιδίδωσιν, τῷ δὲ θερμῷ μαραίνεταί τε καὶ ἀφανίζεται συναναιροῦσα τὸ ὅσον ἐφ’ ἑαυτῇ τὸ θερμόν· ἀεὶ γὰρ πρὸς λόγον αὐτὴ μὲν ἡ ὑγρότης ὀλιγουμένη ἀκμάζειν ὑπενδίδωσιν ὡς οἷα τρέφουσα τῷ θερμῷ, τέλος δὲ ἐξικμαζομένη καὶ πρὸς τὸ μὴ εἶναι χωροῦσα ὡσπερεὶ παραθραύει καὶ παρακμάζειν ποιεῖ καὶ αὐτὴ τὸ θερμόν, εἰ καὶ μὴ τοῦτο πάσχειν δοκεῖ διὰ τὸ πάντων ἤδη κεκρατηκέναι τῶν τέως ἐνίκμων τόπων. ~RE