Ancient Greek
2 to 38
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-25-38
Not analysed yet
ἐν αὐταῖς κτλ.] τὴν τῶν Κρονίων ἑορτὴν ἔοικε λέγειν. ~RΔ ἔγνως ἄν, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖται κτλ.] τὸ ἑξῆς ἔγνως ἂν ἐρωτήσας, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι. ~RV εἴ τις ἕνα κτλ.] βάλλ’ ἐς κόρακας, ὄλεθρε, γελωτοποιέ, βωμολόχε. RΔ οἵ γε οὐδὲ ἑορτάζοντες κτλ.] σημείωσαι. ~Γ ὁπότε ἡ* χιὼν ἐπέχει κτλ.] χειμῶνος γὰρ τὰ Κρόνια ἤγετο. ~VΔ Κρονωσόλων. ὁπόταν τὸ στοιχεῖον* ἑξάπουν ᾖ] τὴν ἀπὸ τῆς ἀκτῖνος τοῦ ἡλίου τῶν σωμάτων περιγραφομένην λέγει σκιάν· οὕτω γὰρ αὐτὴν στοιχεῖον ἐκάλουν. ~BCRVΔ Ἐπιστολαὶ Κρονικαί. μύρμηξ ἢ κάμηλος; παροιμία ἐπὶ τῶν μικροῖς μεγαλαυχουμένων. ~CRVΔ κοιτίσι] κοιτὶς ἡ μικρὰ κίστη, ἐν ἧ κοιταζόμεναι αἱ τῶν πλουσίων γυναῖκες ἀποτίθενται τὸν χρύσεον αὐτῶν κόσμον. ~Δ ἔλαφον καὶ τὰ δελφάκια κτλ.] σημείωσαι. ~V σφηνοπώγωνες ἐν κωμῳδίᾳ δύο εἰσίν, ὁ μὲν ἐλεύθερος, ὁ δὲ οἰκέτης· ὁ μὲν ἐλεύθερος ἀναφαλαντίας, ὀφρῦς ἀνεσπασμένος, ὀξυγένειος, ὁ δὲ οἰκέτης ἀκμάζει καὶ ὄγκον ἔχει ὑψηλὸν καὶ πλατύν, κοιλαινόμενον ἐν περιφορᾷ, ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ~VΔ ἀλλ’ εἰᾶτε καθ’ ἑαυτοὺς πλουτεῖν —ὧν οὐδὲν ὄφελος] τοῦτο καὶ Δίων ὁ Προυσαεὺς ἐν τῷ Περὶ πλούτου [cf. 79, 6] φησίν. ~Δ ὡς δὲ νῦν ἔχετε κτλ.] σημείωσαι. ~V ψύττα: ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν τάσσεται. ~CRVΔ μηδὲ πρὸς ἔπος λαμβάνοιεν: ἀντὶ τοῦ παρευθύς, ἢ ὅσα ᾔτησαν. ~CVΔ ἀναμνήσθητι τὸν Ἰξίονα κτλ.] σημείωσαι. ἱστορία. ~V