Ancient Greek
2 to 12
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-3-12
Not analysed yet
καταίροντος*] καταπλέοντος, κατερχομένου. ~V παρήκουον] ὅρα τὸ παρήκουον. ~φ οὐκ ἀγαπῶν*] οὐκ ἀρκούμενος. ~ΓVφMΩ ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ φόβου] ἀντὶ τοῦ διηνεκῆ κεκτῆσθαι τὸν φόβον μηδὲν πλεονεκτούσης τῆς ἀφοβίας ἀλλ’ ἐν ἴσῳ ταλαντευομένης τῷ φόβῳ. ~Γ2 VφMΟΩ κισήρεως* καὶ κεφαλαργίας] κίσηλις γὰρ τινές φασι καὶ κεφαλαλγία. ~VΓ2ΜΟΩ γναφείῳ*] κναφεῖον μὲν γὰρ γράφεται. γνάφαλα δὲ τὰ ἀποξύσματα. ~VΓ2φMΟΩ μόγις*] μόλις ἡ κοινή, μόγις δὲ Ἀθηναῖοι. ~VΓ2MΟΩ Λυσίμαχος] οὗτος γὰρ πρῶτος ἤρξατο τῆς τοῦ σ̄ εἰς τὸ τ̄ μεταβολῆς τέτταρα κατατολμήσας εἰπεῖν καὶ τήμερον. ~VφMΟΩ ἀνέκαθεν] ἄνωθεν. ~V ἀφαιρουμένῳ*] ἀντὶ τοῦ ἀποστερουμένῳ. ἢ καὶ ὅτι τὸ ἀφελέσθαι αἰτιατικῇ συντάσσεται. Ὅμηρος [Α 299] ἐπεί μ’ ἀφέλεσθέ γε δόντες. ~VΓ2φMΟΩ γρύζειν*] γρύττειν γὰρ λέγεται. ~VφΟΩ τὸ μέρος*] ἀντὶ τοῦ ὅσον τὸ κατ’ αὐτό. ~VφΟΩ versus fin. :δεινοὺς ὁ δεινὸς ἐξερεύγεται λόγους. ~V subscript. :Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος Νικαίας μετὰ τοῦ προειρημένου διακόνου. ~Γ2