Ancient Greek
Συμπόσιον ἢ Λαπίθαι.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-4
Not analysed yet
ἔξω βέλους*] δεξιώτατα κέχρηται τούτῳ ἀπὸ τῶν πολέμων ἐπὶ τὴν προκειμένην ὑπόθεσιν μεταλαβών· ἐπὶ μὲν γὰρ τῶν πολέμων ἔξω φασὶ βέλους τοὺς ἀπωτέρω τυγχάνοντας βολῆς. ἐνταῦθα δέ, ἐπειδὴ πρὸς τῇ ἑστιάσει πόλεμος μεθυόντων συνερρώγει, εἶτα τἀκεῖ γεγενημένα διηγεῖσθαι καθ’ ἡσυχίαν προὔκειτο, παίζων φησὶν ὅτι διηγοῦ ἡμῖν προθύμως ὑπ’ οὐδενὸς ἅτε διοχλούμενος τῶν πεπραγμένων· ἔξω γὰρ τυγχάνομεν ὄντες τοῦ χθεσινοῦ πολέμου καὶ τῆς ἐκεῖ παροινίας. ~VMΟΩΔ