Ancient Greek
Διὸς καὶ Ἀσκληπιοῦ καὶ Ἡρακλέους.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 2-52
Not analysed yet
ἐγκαύματα*] Δηιάνειρα ἡ τοῦ Ἡρακλέους γυνὴ ἱμάτιον εἶχεν, ἐν ᾧ θανάσιμον ἐβέβλητο φάρμακον, αὕτη δὲ ἐνόμιζεν ἐρωτικὸν αὐτὸ εἶναι παρασκευάζον φιλεῖσθαι τὸν πέμποντα. ὁ οὖν Ἡρακλῆς παραλαβὼν τὴν Οἰχαλίαν ἔλαβεν ἐκεῖθεν κόρην εὐπρεπῆ τὴν Ἰόλην καὶ ἠράσθη αὐτῆς. φοβηθεῖσα ἡ Δηιάνειρα πέμπει αὐτῷ τὸ ἱμάτιον, ἵνα αὐτὴν φιλήσῃ καὶ μὴ τὴν Ἰόλην. ὁ δὲ φορέσας ἐκ τῶν φαρμάκων ἀνήφθη. καταπονούμενος οὖν ᾐτήσατο τοὺς παρόντας ἐνεγκεῖν πῦρ καὶ καῦσαι αὐτόν· καὶ ἐγένετο. ~ΓΩ ποδήρη*] ἱμάτιον ἄχρι τῶν ποδῶν γυναιξὶ πρέπον. ~Γ