Ancient Greek
Ἀληθῶν διηγημάτων β′.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 20
Not analysed yet
κατεγίνωσκον*] σημείωσαι διὰ τὴν σύνταξιν· τὸ γὰρ καταγινώσκω γενικῇ συντάσσεται οἷον καταγινώσκω σοῦ τῆς φλυαρίας, ὁ δὲ πρὸς αἰτιατικὴν ἀπέδωκεν κατεγίνωσκον τὴν ψυχρολογίαν. ἤτοι οὖν Ἀττικῶς οὕτως συνέταξεν —αὐτοὶ γὰρ καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο φιλοῦσι ποιεῖν τῇ κοινῇ ἐναντιούμενοι συνηθείᾳ —ἢ τὸ καταγινώσκω ἀντὶ τοῦ διαγελᾶν ἢ διασύρειν εἴληπται. ~VCΚΟSUΩ τυφλός*] ἱστορεῖ γὰρ τοῦτο Ἡρόδοτος ἐν τῷ περὶ τοῦ Ὁμήρου βίῳ [c. 8. Biogr. ,ed. Westermann, p. 4]. ~VΟΩ