Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 20-3
Not analysed yet
Ἅλυν*] Κροίσῳ τῷ Λυδῶν βασιλεῖ ἐρωτήσαντι, εἰ διαβῇ τὸν Ἅλυν κατὰ Κύρου τοῦ Περσῶν βασιλέως, ἀπεκρίνατο, ὅτι διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ὁ δὲ ἀγνοήσας, ποίαν ἀρχήν, διαβὰς τὸν Ἅλυν τὴν ἰδίαν ἀπώλεσεν. ~ΓVΟΩΔ ὧ θεία Σαλαμίς*] Περσῶν καὶ Ἐλλήνων ναυμαχεῖν ἐν Σαλαμῖνι μελλόντων ἔχρησε τοῖς Ἕλλησιν ὁ Ἀπόλλων τοῦτον τὸν χρησμόν. λέγεται δὲ αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος νοῆσαι· οὐκ ἂν γάρ, φησί, θείαν ἐκάλει τὴν Σαλαμῖνα, εἰ ἐν αὐτῇ πίπτειν ἔμελλον Ἕλληνες, πόλιν οὖσαν Ἑλληνικήν· ὥστε τὸν τῶν Περσῶν προεμαντεύσατο θάνατον. ~ΓVΟΩΔ ἀγαπᾶν*] ἀρκεῖσθαι, εὐχαριστεῖν. ~ΓVΔ