# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21-2

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Ζεὺς τραγῳδός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/21-2

παρεγγράπτων*] πάντες οἱ πολῖται παρ’ Ἀθηναίοις ἐν γραμματείῳ ἐνεγράφοντο. εἴ τις οὖν μὴ ὢν πολίτης ἐνεγράφη παρ’ ἀξίαν, παρέγγραπτος ἐκαλεῖτο. διὰ τοῦτο τούτους παρεγγράπτους ὠνόμασεν. ~ ΓCVΟΩΔ Θησεύς*] ὁ Αἰγεὺς Ἀθηναῖος ὢν ἐν Τροιζῆνι πόλει τῆς Πελοποννήσου συνεκαθεύδησεν Αἴθρᾳ τῇ θυγατρὶ τοῦ Πιτθέως, ἡ δὲ Αἴθρα ἐγέννησε τὸν Θησέα. ὁ τοίνυν Θησεὺς εἰς τὰς Ἀθήνας πρὸς τὸν πατέρα ἐρχόμενος πολλοὺς λῃστὰς εὑρὼν πάντας ἀπέκτεινεν ἐν τῇ ὁδῷ πορευόμενος. ~ ΓVΟΩΔ Σκείρωνα* κτλ.] λῃσταὶ ἦσαν οὗτοι κατὰ τὴν ὁδὸν τὴν ἀπὸ Τροιζῆνος εἰς τὰς Ἀθήνας διάγοντες. ~ ΓVΟΩ Πιτυοκάμπτην*] Φάλαρις ὁ Ἀκραγαντῖνος· οὗτος χαλεπωτάτας ἐπενόει κολάσεις. Βούσιρις ὁ Αἰγύπτιος· οὗτος ὠμὸς ἦν ὡς καὶ ἀνθρώπους ἐσθίειν. Διομήδης ὁ Θρᾷξ· οὗτος ἀνθρωποφάγους ἵππους εἶχε, καὶ οὓς ἐκράτει, ἔβαλλεν αὐτοῖς. Σκείρων ὁ λῃστής· οὗτος ἠνάγκαζε τοὺς παριόντας πλύνειν τοὺς πόδας ἐπὶ τῆς θαλάσσης καθημένους καὶ λακτίζων εἰς θάλασσαν ἔρριπτε καὶ ἡ χελώνη δεχομένη κατήσθιεν. Πιτυοκάμπτης· οὗτος λῃστὴς ὢν ἔκαμπτε πίτυς καὶ ἠνάγκαζε τοὺς παριόντας κρατεῖν, οἱ δ’ ἀναρριπτούμενοι ἀπώλλυντο. Λιτυέρσης· οὗτος σπείρων ἠνάγκαζε τοὺς παριόντας θερίζειν τοῦ θέρους ἐνισταμένου, εἰ δὲ ἀντέτειναν, ἔκτεινεν αὐτούς· Ἡρακλῆς δὲ τοῦτον ἀπέκτεινεν. Κερκυών· οὗτος ἄδικος ἦν τἆλλα ἐς τοὺς ξένους καὶ παλαίειν τὸν οὐ βουλόμενον διέφθειρεν· καὶ ὁ τόπος παλαίστρα ἐκαλεῖτο, ἐν ᾧ ᾤκει, πλησίον Ἐλευθερῶν· διέ φθειρε δὲ πάντας τοῦς καταστάντας αὐτῷ ἐς πάλην πλὴν Θησέως, Θησεὺς δὲ κατεπάλαισεν αὐτὸν σοφίᾳ πλέον· παλαιστικὸς γὰρ εὑρέθη Θησεὺς μεγέθει πρῶτον καὶ ῥώμῃ χρώμενος ἐς τὰς πάλας. Ἔχετος τῆς Ἠπείρου βασιλεὺς τιμωρητικώτατος. ~ ΓCVΟΩΔ ἐργατικόν*] τὸν Ἡρακλέα. ~ ΓV

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
