# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 21.1

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Βίων πράσεις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/21.1

οὐ γὰρ ἐφ’ ἡμῖν ταῦτα: τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν φασιν οἱ ἀπὸ τῆς Στοᾶς, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, ἐφ’ ἡμῖν μὲν ὑπόληψιν, ⸢ὁρμήν, ὄρεξιν, ἔκκλισιν⸣· ἔξεστι γὰρ τούτοις ἅτε ἡμετέροις ἔργοις οὖσι καὶ χρῆσθαι καὶ μή. οὐκ ἐφ’ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, ἡ δόξα, αἱ ἀρχαὶ καὶ ὅσα οὐχ ἡμέτερα ἔργα ἀλλὰ τῆς τύχης δοκεῖ. ταῦτα δὲ καὶ ἀδιάφορά φασι τὰ οὐκ ἐφ’ ἡμῖν· ἔξεστι γὰρ αὐτοῖς καὶ καλῶς χρήσασθαι καὶ μὴ οὕτως, ὡς ἂν δοκῇ τῷ, ᾧ περιγέγονε ταῦτα. τούτων δὲ τῶν ἀδιαφόρων τὰ μέν φασι προηγμένα, τὰ δὲ ἀποπροηγμένα, καὶ τούτων τὰ μὲν περὶ ψυχ⸢ὴν⸣ εἶναι ὡς εὐφυΐαν, ⸢πρὸ⸣κοπήν, γνώμην, ὀξ⸢ύτη⸣τα διανοίας καὶ τὰ π⸢αρα⸣πλήσια, τὰ δὲ ⸢πε⸣ρὶ σῶμα ὡς ὑγίειαν, ε⸢ὐαι⸣σθησίαν, ἰσχὺν καὶ τὰ ⸢ὅμοια⸣, τὰ δὲ περὶ τὰ ἐκτὸς⸢ὡς⸣ εὐτεκνία, κτῆσις σύ⸢μμετρος⸣, ἀποδοχὴ παρὰ ἀν⸢θρώπων καὶ⸣ εἴ τι τοιοῦτο. ὡσαύ⸢τως δὲ⸣ τριχῶς φασι καὶ τὰ ἀ⸢πο⸣προηγμένα, ἃπερ κατὰ ⸢τὸ ἐ⸣ναντίον ἐστὶ τοῖς πρ⸢οηγ⸣μένοις καὶ κατὰ τὸ τριττ⸢ὸν⸣ τῶν, περὶ ἃ ὁρᾶται, περὶ ⸢ψυχήν⸣ φημι καὶ σῶμα καὶ τ⸢ὰ ἐκ⸣τός, ὡς ἀνωτέρω παρεθέμεθα. ἡ δὲ κα⸢ταληπ⸣τικὴ φαντασία τοια⸢ύτη παρ’⸣ αὐτοῖς λέγεται· καταλ⸢ηπτικὰς⸣ ἔλεγον φαντασίας ⸢τὰς⸣ ἀπὸ ὄντων ὡς ἂν ⸢ὄντων⸣ ἐναπομοργνυμένας ⸢τῷ νῷ⸣ σαφῶς γνώσεις ἢ ἕξ ⸢ὦν ἄν⸣ τις τεκμαίροιτο, ⸢οὐ κα⸣ταληπτικὰς δὲ ⸢τὰς μὴ⸣ οὕτως ἐχούσας, ὡ⸢ς αἱ ἐξ⸣ ὑπονοίας ψἴλῆ⸢ς ἐγγινό⸣μεναι. ἔλεγον δὲ τῶν καταληπτικῶν τὰς διὰ τῶν αἰσθητηρίων αἰσθητικὰς καὶ τὰς μὲν ταῖς αἰσθητικαῖς συγκαταθέσε⸢σι γινο⸣μένας αἰσθήσεις, τὰς δὲ ταῖς καταληπτικαῖς καταλήψεις. λέγεσθαι δὲ αἴσθησιν καὶ κατ ἄλλον τρόπον τό τε αἰσθη⸢τήριον⸣ καὶ τὸ ἡγεμονικὸν καὶ τὴν τοῦ ἡγεμονικοῦ καθάπερ αἰσθητοῦ κατάληψιν. καὶ ὥσπερ, φασί, χρεία εἰς τὰς ἀπὸ τῶν δακτυλίων σφραγῖ⸢δας κη⸣ροῦ ἢ πηλοῦ εἰργασμένου καλῶς καὶ εὐτυπώτου καὶ τῆς ἐξ ἡμῶν ἐπερείσεως καί τινων ἄλλων, οὕτως καὶ ἐπὶ τῶν αἰσθητικῶν φαντα⸢σιῶν⸣ εὐτυπώτου τε τοῦ ἡγεμονικοῦ καὶ πολλῶν ἐστιν ἄλλων χρεία, εἰ μέλλοι τῷ ὄντι γίνεσθαι τοιοῦτος ὁ τύπος ἀπὸ τοῦ ὄντος καὶ κατ’ α⸢ὐτὸ ἐντετυπωμένος⸣. ~ φ⸢V⸣ σύμβαμα τὴν χωλείαν*] ἀλλ’ ἐπιτριβείης, κατάρατε, πάντα γελοίως ὑπὸ τὴν γλῶσσαν στρέφων καὶ τὰ σοφὰ πάντα τοῖς παιγνιώδεσι παραβάλλων, οἷον καὶ νῦν πεποίηκας. τῶν διαλεκτικῶν γὰρ τῶν μὲν ἄλλων προτάσεις λεγόντων τὰς ἐξ ὀνόματος καὶ ῥήματος αὐτοτελῶς συντιθεμένας εἰς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς τὸ Σωκράτης περιπατεῖ, Δίων διαλέγεται, καὶ ὑποκείμενον μὲν λεγόντων τὸ ὄνομα ἤ τι τῶν ὀνόματος χρείαν ἀποτελούντων, κατηγορούμενον δὲ τὸ ῥῆμα, οἱ Στωικοὶ ἐθελακριβεῖς ὄντες καὶ ξενίζουσιν ἀγαπῶντες . ὀνόμασι χρῆσθαι τὴν μὲν αὐτοτελῆ πρότασιν οἷον τὴν ‛Σωκράτης περιπατεῖ’ αὐτοὶ σύμβαμά φασιν ἢ κατηγόρημα· συμβέβηκε γὰρ τὸ περιπατεῖν Σωκράτει· τὴν οὐκ αὐτοτελῆ δὲ ἀλλά τινος ἐνδεᾶ, οἷον Σωκράτει μεταμέλει ἢ ‛Σωκράτης φιλεῖ’ ἢ Σωκράτει μέλει, ταύτας οὖν ὠνόμασαν τὴν μὲν Σωκράτει μεταμέλει, ἐπεὶ μὴ κατ’ εὐθεῖαν πτῶσιν τὸ ὄνομα ἐλήφθη, κἂν αὐτοτελές ἐστιν, αὐτοὶ παρασύμβαμά φασιν ὴ παρακατηγόρημα ὡσανεὶ παρακείμενον τῷ συμβάματι ἢ κατηγορήματι, τὴν δὲ Σωκράτης φιλεῖ, ἐπειδὴ λείπει τὸ τίνα, κἂν κατ’ εὐθεῖαν ἐλήφθη ὁ ὑποκείμενος, ἀλλ’ οὖν, ἐπεὶ μὴ αὐτοτελὴς ἡ πρότασις, ἔλαττον ἢ κατηγόρημά φασιν αὐτήν, ὅτι μὴ τέλειόν ἐστι κατηγόρημα, τὸ δὲ Σωκράτει μέλει ἔλαττον λέγουσιν ἢ κατηγόρημα, ὅτι τε πλαγία πτῶσις ὁ ὑποκείμενος καὶ ἐνδεῶς ἡ πρότασις ἔχουσα· λείπει γὰρ τὸ τίνος μέλει. οὕτω μὲν οὖν οὗτοι. ὁ μέντοι Λουκιανὸς λόγον ἀνεῦρεν ἐπὶ τούτων τὸ σπούδασμα τῶν σοφῶν ἐπὶ τὸ γελοιότατον μεταφέρων. ~ ΦUΩ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
