Ancient Greek
22 to 23
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 22-5-23
Not analysed yet
κροκόδειλος*] τὸν κροκόδειλον λόγον ἐν τούτῳ γοῦν καλῶς ποιῶν διαπαίζει φορτικὸν τῷ ὄντι καὶ σοφισματώδη, ὥσπερ καὶ τούτους, οὓς μικρὸν ἔμπροσθεν διακωμῳδήσει, τὴν ’Ηλέκτρον, τὸν ἐγκεκαλυμμένον, τὸν θερίζοντα καὶ τὸν κυρίττοντα, μιαρὰ καὶ κατάπτυστα σοφίσματα καὶ μηδὲν πλέον τῆς φλυαρίας ἐπαγγελλόμενα. ~Ω γνίφωνα] ἐλέγχει τοὺς Στωικοὺς γνίφωνας ὄντας χαίρειν τῷ συλλογισμῷ ἤτοι τῷ χρήματα συλλέγειν· εἰς τοῦτο γὰρ τὸ συλλογίζεσθαι μεταλαμβάνει σκώπτων εὐφυῶς. ~φUΩ