Ancient Greek
Ἀλέξανδρος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 22-7
Not analysed yet
ἀκόπου τι ὄνομα* πεπλασμένον] πέμμα, κοπτοῦ τι πέμμα. ~B Ἀλέξανδρος ὁ προφήτης] οὐχὶ καὶ οὗτος, ὦ Λουκιανέ, Παφλαγὼν ἦν; πῶς οὖν παχεῖς καὶ ἀπαιδεύτους τοὺς Παφλαγόνας ὀνομάζεις καὶ ἀναισθήτους τοιούτου πανούργου τοῦ Ἀλεξάνδρου ὄντος καὶ τοιαύταις πιθανότησι τοὺς προσιόντας χλευάζοντα; καὶ κἂν τοὺς ἀφ’ ἑτέρων χωρῶν ἔδει διαγνῶναι τὰ αὐτοῦ πανουργεύματα, ἀλλ’ οὐκ ἦν δυνατὸν τῆς Παφλαγονικῆς κακοτεχνίας μὴ πάντας ἀπελεγχθῆναι μαραίνοντας. εἰ δὲ τὴν τῶν Παφλαγόνων φρένα καὶ εὐφυίαν καὶ περὶ πάντα εὐδοκίμησιν γνῶναι ἀκριβέστερον ἤθελες καὶ ἦς ἐν ταῖς ἡμέραις ἡμῶν, ἔγνως ἂν ἰδὼν ἅπαντα τὰ ἔθνη ὑπὸ Παφλαγόνων νοὸς κατατροπούμενα καὶ τὸν ἅπαντα κόσμον ἄγαν εὐφυῶς κυβερνώμενον. ~UΩm