Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-5
Not analysed yet
Διάσια: ἑορτὴ Ἀθήνησιν, ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες ἐν αὐτῇ Διὶ Μειλιχίῳ. τὸ δὲ Ὀλύμπιον, ὅπερ ἐστὶν ἱερὸν τοῦ Ὀλυμπίου Διὸς ἐν Ἀθήναις, διὰ μεγαλουργίαν ἀπορούντων Ἀθηναίων χρημάτων εἰς τὴν κατασκευὴν πλεῖον τῶν τ′ ἐτῶν παρέτεινε κτιζόμενον, ὡς καὶ ὁ ἐν Κυζίκῳ νεώς, καὶ οὐκ ἂν συνετελέσθησαν ἄμφω, εἰ μὴ Ἀδριανὸς ὁ αὐτοκράτωρ Ῥωμαίων δημοσίοις ἀναλώμασι συναντελάβετο τῶν ἔργων. ~CV φUΩΔ Ὀλύμπιον*] ἱερὸν τοῦ Ὀλυμπίου Διός. ~Γ ἐν Δωδώνῃ*] Δωδώνη πόλις ἐστὶ Θετταλίας, ἐν ᾗ ἱερὸν τοῦ Διὸς καὶ μαντεῖον. ~ΓVΔ. Addit Δ: ὡσαύτως καὶ Πῖσα πόλις ἐν Ἤλιδι τῆς Πελοποννήσου, ἐν ᾗ ἱερὸν Ὀλυμπίου Διὸς καὶ ἀγὼν πενταετηρικός, 〈ὃς〉 Ὀλύμπια ἐκαλεῖτο, οὗ κατήρξατο ὁ Ἡρακλῆς, καθά φησι Πίνδαρος [Ol. 2, 5] Ὀλύμπια δ’ ἔστησεν Ἡρακλῆς. ~παίζεις ἔχων*] τὸ ἔχων φράσεως ἕνεκα κεῖται μηδὲν ση μαῖνον. ~ΓVΩΔ τὸ δὲ φιλόκαινον* αὐτῶν] ὅτι ἀεὶ φιλοῦσι τὰ ξένα. ~ΓVΩ Πῖσα*] ἔνθα ἐτελεῖτο τὰ Ὀλύμπια πρὸς τιμὴν τοῦ Διός. ~ΓV τοιγαροῦν* κτλ.] ἐπεὶ καὶ οἱ Πλάτωνος νόμοι ἐν γράμμασι μόνοις καὶ ἡ πολιτεία ἐν πλάσμασι λόγων, ὡσαύτως καὶ οἱ Χρυσίππου συλλογισμοὶ σοφισματώδεις ὄντες καὶ οὐδὲν ἧττον τῶν Πλάτωνος νόμων τὸ χρειῶδες ἐπιφαίνοντες ἀργοὶ κεῖνται καὶ ἀνεπίσκεπτοι μηδενὸς ἀνθρώπων μεταχειρίζεσθαι προθυμουμένου τούτους διὰ τὸ ἀνωφελές τε καὶ ἄκαρπον. ~VφΔ