# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 24-6

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Βίων πράσεις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/24-6

καὶ μὴν τοὐναντίον ἔφης κτλ.] στέρησις τῶν ἀληθῶν τὰ ψευδῆ. ποσαχῶς ἡ ἄγνοια; ὁσαχῶς ἡ ἐπιστήμη. ἡ οὖν ἐπιστήμη τριττή· ἢ γάρ, ὅταν γινώσκωμεν ἀμφοτέρας τὰς προτάσεις ἐνεργείᾳ κατὰ τὸ δεύτερον σημαινόμενον· οἷον ἥδε ἡμίονός ἐστι, πᾶσα ἡμίονος ἄτεκνος, καὶ ἥδε ἄρα ἄτεκνος· δεύτερον, ὅταν τὴν μείζω πρότασιν γινώσκωμεν, καὶ τρίτον, ὅταν τὴν ἐλάττω. οὐκοῦν καὶ ἡ ἄγνοια τριττή, εἴτε ἀγνοοῦμεν ἀμφοτέρας τὰς προτάσεις, οἷον ὅταν θεασάμενοι ζῷον μηκόθεν νομίσωμεν αὐτὸ εἶναι ἡμίονον, ἔτι δὲ καὶ ὠγκωμένον θεασάμενοι τὴν γαστέρα, νομίσωμεν, ὅτι ἔγκυόν ἐστι, καὶ πλέξωμεν οὕτως· ἥδε ἡ ἡμίονος ὤγκωται τὴν γαστέρα, πᾶν ὠγκωμένον τὴν γαστέρα ἔγκυόν ἐστι, καὶ ἥδε ἄρα ἡ ἡμίονος. δεύτερος τρόπος τῆς ἀγνοίας, ὅταν τὴν καθόλου γινώσκοντες ἀγνοῶμεν ⸢τὴν ἐ⸣λάττω· οἷον ἴσμεν, ὅτι πᾶσα δυὰς ἀρτία ἐστίν, οὐκοῦν εἰ ἔροιτό τις, ὅτι πᾶσα, ἥδε ἡ δυὰς ἀρτία ἐστίν; ἐροῦμεν ὅτι ναί· εἶτα δὲ καὶ ἥδε ἡ δυὰς ἡ κεκρυμμένη; ⸢ἐροῦμεν ὅτ⸣ι οὔ· καὶ συνάγει ὅτι αὐτὸ οἶδα καὶ οὐκ οἶδα, οὐκ εἶπον δέ, ὅτι ἡ δυὰς οὐκ ἔστιν ἀρτία, ἀλλ’ ὅτι οὐκ ᾔδειν, εἰ δυάς ἐστιν. ταὐτὸ καὶ ἐπὶ τοῦ κεκρυμμένου ⸢’Ορέστου· ἡ γὰρ ’Ηλ⸣έκτρα ᾔδει αὐτὸν καὶ οὐκ ᾒδει ὡς κεκρυμμένον. τρίτος τρόπος ἀγνοίας, ὅταν τὸ μὲν μερικὸν ἴσμεν, τὸ δὲ καθόλου οὔ, οἷον οἶδα, ὅτι 〈ὅδε ὁ〉 ἐλλέβορος ⸢καθαίρει⸣, οὐ μὴν εἰ καὶ πᾶς ἐλλέβορος οἶδα· καὶ ἥδε ἡ θριδακίνη ψύχει, οὐ μὴν καὶ εἰ πᾶσα. οὕτως ἔστιν ἐναντία φρονεῖν τῷ πράγματι. ἑαυτοῖς δὲ ἔστι φρονεῖν ἐναντία, ὅταν ⸢τὸ⸣ ἐναντίον ⸢διὰ⸣ συλλογισμοῦ πλέξωμεν ἢ δι’ αὐτοῦ τοῦ ὅρου ἢ δι’ ἄλλου καὶ ἄλλου· οἷον ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ⸢δονὴ οὐ κατὰ φύσιν· καὶ⸣ διὰ μὲν τοῦ κατὰ φύσιν συνάγει, ὅτι ἀγαθόν, διὰ δὲ ⸢τοῦ οὐ κατὰ φύσιν⸣ ὅτι οὐκ ἀγαθόν· διὰ δὲ ἄλλου καὶ ἄλλου, ὅταν τὰ ἐναντία δοξάζῃ· οἷον ἡ ἡδονὴ ἀγαθὸν διὰ μέσου τοῦ κατὰ φύσιν· ἡ ἡδονὴ οὐκ ἀγαθὸν διὰ ⸢μέσου τοῦ ἀτελοῦς⸣. ~ ⸢U⸣Ω

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
