Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 25-2
Not analysed yet
ἐξ Ὀλυμπίας*] γράφεται ἐκ Πίσης. ~VΓ2ΟΩ ἐκ Πίσης*] γράφεται ἐξ Ὀλυμπίας. ~Δ —]Πῖσα πόλις τῆς Ἠλιακῆς μοίρας Πελοποννήσου, καθ’ ἣν καὶ ἀγὼν ἐτελεῖτο τὰ Ὀλύμπια. ~CVΟΩΔ μνᾶν*] ἡ μνᾶ ἓξ δραχμὰς ἔχει, ἡ μνᾶ δὲ εἶχεν ἡ Ἀττικὴ δραχμὰς ρ’, ὥς φησι Πολυδεύκης [9, 59]. Εὔπολις Κόλαξιν [fr. 149. C. A. F. I 298 Κ.] ’δεῖπνον θὲς ρ′ δραχμάς’ καὶ ἐπιφέρει ’κόλαξιν οἶνον θὲς ἑτέραν μνᾶν’, δηλῶν, ὅτι μνᾶν εἴρηκε καὶ τὰς προτέρας ρ′ δραχμάς. ἡ μέντοι δραχμὴ εἶχεν ὀβολοὺς ϛ′ ὅθεν καὶ ἐπωβελία τὸ ἕκτον τοῦ τιμήματος. ~ΓCVΟΩΔ Γεραιστῷ*] Γεραιστὸς πόλις Εὐβοίας οὕτω μέχρι νῦν λεγομένη καὶ ὁ Ὠρεὸς πόλις Εὐβοίας, οὗ οἱ πολῖται Ὠρεῖται λέγονται. ~ΔCVΟΩ. Addit Δ: μέμνηται Δημοσθένης [4, 34 cet. 8, 59 cet.] . ~ἐρήμης*] ἐρήμη λέγεται, ἡνίκα ὁρισθείσης περὶ τῆς δίκης ἡμέρας ὁ εἷς τῶν ἀντιδίκων ἀπολειφθείη· τότε γὰρ οἱ δικασταὶ καταδικάζουσι τοῦ ἀπολειφθέντος ἐρήμην. ~ΓVΟΩΔ θυννῶδες*] ἐπειδὴ τὰς θύννας οὐ λόγῳ καὶ ἀμφισβητήσει νικῶμεν ἀλλὰ τριαίναις ἀναιροῦμεν, εἰκότως τὸ φονεῦσαι τὸν Δᾶμιν θυννῶδες ὠνόμασεν. ~ΓVΟΩΔ ἀμφήριστον*] ἀμφισβητήσιμον. ~ΓV