Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 25-3
Not analysed yet
οὐδέπω —γόμφους* κτλ.] τουτέστιν οὔπω ἡμῖν εἶπας τὴν οὖσαν ἔνδον τῆς ἀρχῆς συμφοράν. ~ΓVφΩΔ Πέρσην κτλ.] Ἀρταξέρξου Περσῶν βασιλεύοντος Κῦρος ὁ ἀδελφὸς τὴν βασιλείαν ἀποσπάσαι βουλόμενος διὰ Κλεάρχου πολὺ συνῆξε στρατόπεδον. ~ΓVΔ ξενολογῶν*] ξένους στρατιώτας συνάγων. ~ΓVφΩ πρὸς οὖς —κοινολογούμενος*] ἰδίᾳ ἀνακοινούμενος. ~ΓVφ ἄλλον Παρμενίων* ἐπαινούμενος] τὸν Φίλιππον λέγει· τούτου γὰρ στρατηγὸς ὢν ὁ Παρμενίων πάνυ ηὐδοκίμει. ~ΓVφ ΩΔ Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον* Σέλευκος] οὗτοι οἱ τρεῖς διάδοχοι ἦσαν Ἀλεξάνδρου, καὶ ὁ μὲν Περδίκκας συνδιῴκει Ἀριδαίῳ τῷ βασιλεύοντι μετ’ Ἀλεξάνδρου ἀσθενεῖ ὄντι τὴν βασιλείαν, ὁ δὲ Πτολεμαῖος ἦρχεν Αἰγύπτου καὶ Σέλευκος τῶν περὶ Βαβυλῶνα τόπων, ὡς ἱστορεῖ Δέξιππος [F. H. G. III p. 668 Müller]. ~ΓVΩΔ