# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 26-3

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Ζεὺς τραγῳδός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/26-3

χάριεν*] γελοιῶδες, ἀνόητον. ~ ΓVΟΩ ἐς τὸ τῶν δώδεκα: ἀφ’ οὗ οἱ δώδεκα θεοὶ ἄρχειν ἐτάχθησαν, δηλονότι παυθείσης τῆς Κρόνου ἀρχῆς. ~ VΟΩΔ ληξιαρχικόν*] δύο ἦσαν γραμματεῖα παρὰ τοῖς Ἀθηναίοις καὶ ἐν τῷ ἑνὶ ἐνεγράφοντο ἅμα τῷ γεννηθῆναι, ἐν δὲ τῷ ἑτέρῳ, ἡνίκα τῆς ἐννόμου ἡλικίας ἐγένοντο· τοῦτο δὲ ἐκαλεῖτο ληξιαρχικόν, ἐπειδὴ οἱ ἐγγραφόμενοι ἐν αὐτῷ κύριοι ἐγίνοντο τότε τῆς πατρῴας λήξεως, τουτέστι τοῦ κλήρου καὶ τῆς ὑποστάσεως. ~ ΓVΟΩΔ. Addit V: λῆξις γὰρ ἐκαλεῖτο ἡ πατρῴα κληρονομία. ἐπὶ οὖν τῶν ὀρφανῶν καταλειπομένων ὑπὸ ἐπιτρόπους παρεπέμπετο τὰ πατρῷα, ὡς ἂν αὐτῶν διεπόντων μὴ φθείροιτο τὰ τῶν ὀρφανῶν· εἶτα ἐπειδὰν ἐπὶ διετὲς οἱ ὀρφανοὶ ἥβησαν, ἐξῆν αὐτοῖς ἀπὸ τῶν νόμων εἰς τὸ ληξιαρχικὸν ἐγγραφέντας ἀναλαμβάνειν τὰ πατρῷα. τόδε ἦν τὸ τῆς λήξεως ἤτοι τῆς ἑαυτοῦ ἄρχειν κληρονομίας. τοῦτο νῦν ἐνταῦθα εἰς τὸν Ἀπόλλωνά φησιν ὁ Ζεὺς ὡς εἰ καὶ ἀγένειος εἶ καὶ τοῦτο αἰτιᾷ τὸ μὴ ἐξὸν εἶναί σοι λέγειν, ἀλλ’ οὖν ἔξεστι· πάλαι γὰρ τῆς αὐτεξουσιότητος ἐπελάβου, ὡς καὶ ὑπὲρ ἄλλου καὶ ὑπὲρ ἑαυτοῦ ἐξεῖναί σοι λέγειν καὶ γνώμην εἰσηγεῖσθαι τῷ βουλομένῳ. τὸ δὲ ὀλίγου δεῖν τῆς ἐπὶ Κρόνου βουλῆς ὤν ἀντὶ τοῦ σχεδὸν τῶν ἐπὶ Κρόνου τὴν βουλὴν συμπληρούντων θεῶν· ὀκτὼ γὰρ ἦσαν οἱ πάλαι θεοί, ὡς καὶ Ἡροδότῳ δοκεῖ τῷ Ἁλικαρνασσεῖ [cf. 2, 43]. ~ τῆς ἐπὶ Κρόνου* βουλῆς] ὁ Κρόνος, ὡς οἱ Ἕλληνες λέγουσι, πρῴην ἐβασίλευε τῶν θεῶν καὶ εἶχεν ἄλλους ια′ τοὺς σὺν αὐτῷ διοικοῦντας. διωχθεὶς δὲ τῆς βασιλείας ἐκ τοῦ Διὸς τοῦ ἰδίου υἱοῦ ἐβλήθη εἰς τὸν Τάρταρον καὶ μετὰ τοῦτο ἄλλη συνέστη βουλὴ τοῦ Διός. ~ ΓVΩΔ ἐφιέναι] συγχωρεῖν, ἐπιτρέπειν. ~ ΓV Ἑλικῶνι*] Βοιωτίας ὄρος, ἐν ᾧ διατρίβειν αἱ Μοῦσαι ἐλέγοντο. ~ ΓVΩΔ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
