Ancient Greek
29 to 33
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 29-33
Not analysed yet
Τίβιος*] οἰκέτου ὄνομα. ~ΔΓVΩ τάριχος*] ἁλιστόν. ~ΓΔ ἐλλόβιον*] ἐνώτιον τὸ ἐν τῷ λοβῷ, ὅ ἐστι τῷ τοῦ ὠτὸς ἄκρῳ, βαλλόμενον. ~ΓVΩΔ σπαθῶσι*] μετὰ τρυφῆς δαπανῶσιν. ~ΓVΩΔ περίειμι*] περιελεύσομαι. ~Δ σίλφην*] ζωύφιον ἐοικὸς κανθάρῳ. λέγεται δὲ καὶ τίλφη. ~ΓVφΔ ἐμπίδα*] ζωύφιον ἐοικὸς κώνωπι γινόμενον ἐν τοῖς ὕδασιν. ~ΓVφΔ. Addit Δ: οἱ δὲ ἐμπίδα τὴν νυκτερίδα φασίν. ~ἀνέῳγε*] ἰδοὺ καὶ αὐτὸς ἀνέῳγεν ἐπὶ τοῦ παθητικοῦ εἶπεν· καὶ ποῦ σοι νῦν ἡ ἐθελακρίβεια, ᾗ σολοικίζειν ἀπηυθαδίζου τὸν κακοδαίμονα σοφιστήν [Soloec. c. 8]; ~Δ καταπυγοσύνην τινά: καὶ οὐ συνήδομαί γε τῇ ἀσελγείᾳ· οὐκοῦν οὐδὲ ἀνθρωπίνην εἶναι νομίζω. ~Δ τὸ λυκαυγές*] τὸ ἑωθινόν, ἔτι μικρᾶς σκοτίας οὔσης. ~ΓVΩΔ