Ancient Greek
Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμευον.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-12
Not analysed yet
Ἑλικῶνα*] ὄρος, ὅπου αἱ Μοῦσαι διατρίβειν λέγονται. ~ΓVΟΩ πρὸς τῆς Λιβανίτιδος] ἔοικε Σύρος εἶναι ὁ βιβλιοκάπηλος οὗτος καὶ Δαμασκηνός, ὅσον ἀπὸ τῆς Λιβανίτιδος εἰκάσαι. ~Γ2VφΩ —]ὅτι Λιβανῖτις ἡ Ἀφροδίτη λέγεται· Λίβανος γὰρ τὸ ὄρος, ἐν ᾧ τὸ Ἀσσύριον μειράκιον ἐθήρα καὶ σὺν αὐτῷ ἡ Ἀφροδίτη διέτριβεν. ~Vat. 942 Ὀλμιόν*] ποταμός ἐστιν οὗτος. ~Γ —]ποταμοί εἰσιν οὗτοι πρὸς αὐτῇ τῇ κορυφῇ τοῦ Ἑλικῶνος. ὁ δὲ Ἑλικὼν ὄρος ἐστὶ Βοιώτιον, οὗ πρὸς τοὺς πρόποδας Θεσπιαὶ πόλις κατῴκηται, ἐν ᾗ ὁ Ἔρως, ὅν Ἀλκαμένης ἐξείργασται, θαυμάσιόν τι ἔργον ἰδεῖν. περὶ τὸν Ἑλικῶνα δὲ καὶ Ἡσίοδός [Theog. 22] φησι νέμων τὰς Μούσας ἰδεῖν καὶ τὴν ποιητικὴν σοφίαν λαβεῖν. ~VφΩ, cf. Γ2