# Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-15

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), Λεξιφάνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-lucianum/scholia-in-lucianum-scholia-vetera-et-recentiora-arethae/3-15

γρυμαιοπώλῃ]* γρ′ γρυτοπώλην· ἔστι δὲ ὁ τὰ εὐτελῆ σκευάρια πωλῶν, παρὰ τὸ γρῦ, οὕτω δὲ Ἀθηναῖοι τὸν ῥύπον φασὶ τῶν ὀνύχων. ~ EVφΩ λωγάνιον Ἀμβρακιῶται καὶ Ἠπειρῶται τὸ ἀπὸ τοῦ τραχήλου φασὶ τῶν βοῶν ἀγόμενον χάλασμα καὶ λῆγον εἰς τὸ μεταξὺ τῶν βραχιόνων, ὥς φησι Διονύσιος ὁ Ἰτυκαῖος ἐν πρώτῳ Γεωργικῶν. ἔστι δὲ ἡ Ἰτύκη πόλις Σικελίας. ἔοικε δὲ οὐ βοὸς λέγειν λωγάνιον ἀλλὰ ζῴων ἑτέρων τὸ στηθύνιον, τὸ τῶν βοῶν δὲ ἄχρηστον τοῦτο τὸ μέρος, ὃ καὶ λαμυρίδα φασί. ~ EVφΩΔ ψύττα* κατατείνας] ἀντὶ τοῦ ταχέως δραμών. ~ ECVφΩ λαταγεῖν κοττάβους] οἱ ἀκριβέστερον περὶ κοττάβων διαλαβόντες δύο φασὶν εἶναι κοττάβων εἴδη, κατακτὸν καὶ δι’ ὀξυβάφων. ὁ μὲν οὖν κατακτὸς τοιοῦτος· ἦν τι οἱονεὶ λυχνεῖον ὑψηλὸν ἔχον ἐν ἑαυτῷ πρόσωπόν τι, ὃ ἐκαλεῖτο μάνης, ἐφ’ οὗ ἔδει πεσεῖν τὴν καταβαλλομένην πλάστιγγα, ὡς Ἀριστοφάνης [Pac. 1244] φησὶ γενήσεταί σοι τῶν κατακτῶν κοττάβων. ὁ δὲ δι’ ὀξυβάφων τοιοῦτος· ἀγγεῖόν τι λουτηριδίῳ ἐοικὸς πλῆρες ὕδατος ἐτίθετο ὀξυβάφων κενῶν ἐπιπλεόντων, ἅπερ ἦν καταδύειν ταῖς ἀπὸ τῶν στομάτων προϊούσαις λάταξιν ὁ ἀγών. Ἀντιφάνης Ἀφροδίτης γοναῖς [Antiph. fr. 55. C. A. F. II 33 Κ.] ἐγὼ ’πιδείξω, καθὼς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃς πεσεῖν. πλάστιγγα ποίαν; τοῦτο τὸ ὑποκείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; τοῦτ’ ἐστὶ πλάστιγξ· ἐὰν μόνον τύχῃ αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται. παρῆλθε δὲ ὁ κότταβος εἰς τὰ συμπόσια ἀπὸ τῶν περὶ Σικελίαν πρῶτον εἰσαγαγόντων. πρὸς δὲ τούτοις κυκλοτερεῖς ἐποιοῦντο οἱ δεῖπνοι, ἵνα πάντες εἰς τὸ μέσον τεθέντος τοῦ κοττάβου ἔχοιεν ἐξ ἴσων τῶν ἀποστάσεων ταῖς λάταξι βάλλειν καὶ περὶ νίκης ἀγωνίζεσθαι. οὐ τῷ βάλλειν δὲ μόνον ἐφιλοτιμοῦντο, ἀλλὰ καὶ τῷ καλῶς· ἐπὶ γὰρ τοῦ ἀριστεροῦ ἀγκῶνός τις ἑαυτὸν ἐπερείσας ὑγρῶς ἀφίει τὴν λάταγα, ὡς ἐνίους μέγα φρονεῖν ἐπὶ τῷ κοτταβίζειν ἢ ἐπὶ τῷ ἀκοντίζειν. δοκεῖ δέ μοι καὶ τὸ ἐν τῇ συνηθείᾳ κοττίζειν ἀπὸ τούτου βαρβάρως καὶ περικεκομμένως εἰρῆσθαι. ~ EVφΔ λαταγεῖν* κοττάβους] εἶδος παιδιᾶς ὁ κότταβος τοιοῦτο· μέσον ἵσταται χάραξ ἄνωθεν ζυγὸν κατὰ κορυφὴν ἐπαιωρῶν, καθ’ ἑκάτερον δὲ ἄκρον ὁ ζυγὸς πλάστιγγας φέρει ἀνδριανταρίων ταῖς πλάστιγξιν ὑποκειμένων. ὁ κοτταβίζων τοίνυν λαβὼν εἰς τὸ στόμα ὑγρὸν ὁτιοῦν οἴνου ἢ ὕδατος καὶ πλήσας τὰς γνάθους ἀφίησι διὰ τῶν χειλέων ὑπὸ μίαν σταγόνα τοῦ ὑγροῦ κατὰ τῶν πλαστίγγων. αἱ δὲ δεξάμεναι κοῖλαι οὖσαι καὶ καθελκόμεναι τῷ βάρει κατὰ τὸ ἐπικρατοῦν τοῦ ὑγροῦ φέρονται κατὰ τῶν ὑποκειμένων ἀνδριανταρίων καὶ κρούσασαι ἀνὰ μέρος ἑκατέρα κατὰ τὴν ἑτεροζυγίαν τοὺς ἀνδριάντας ποιὸν ἦχον ἀποτελοῦσιν, ὃς εὐφραίνει τὸν ἐρῶντα ὡς τῶν παιδικῶν κατευστοχοῦντα· ἐρωτικὴ γὰρ ἡ παιδιά. εἰ δὲ τῶν πλαστίγγων ἡ λάταξ διαμάρτοι, ἡττᾶσθαι δοκεῖ ὁ ἐρῶν καὶ ὑπὸ τῶν παιδικῶν ἠμελῆσθαι. καλοῦνται δὲ τὰ ἀνδριαντάρια μάνης. ~ EVφΩΔ θριδακίνας*] εἶδος ἄρτων αἱ θριδακῖναι. ~ EVφΩ

---

Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae), ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5029.tlg001.local001/.
