Ancient Greek
Φάλαρις β′.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-2
Not analysed yet
δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος. ~Δ⸤Β⸥