Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-6
Not analysed yet
ἐπὶ ξυροῦ* ἕστηκεν] παροιμία ἐπὶ τῶν ἐν ἐσχάτῳ ὄντων κινδύνῳ λεγομένη διὰ τὸ μὴ δύνασθαι τὸν ξυρὸν ἵστασθαι. ~VΓΟΩΔ τὰ νέρθεν*] τὰ κάτωθεν ἀπὸ τῶν καταχθονίων· ἐκεῖ γάρ, ὡς λέγουσιν, οἱ Τιτᾶνες ἐδέδεντο. ~VΓΔ Πῶλος* ἢ Ἀριστόδημος] οὗτοι τραγῳδίας ἦσαν ὑποkριταί. ἐπειδὴ οὖν ὁ Ζεὺς τραγικοὺς ἰάμβους ἔλεγεν αὐτοῖς, διὰ τοῦτο εἶπεν ὅτι ἀντὶ Διὸς Πῶλος ἐφάνης ἢ Ἀριστόδημος. ~ΓVΔ —]ἄλλως. Ἀρέθα. Πῶλος καὶ Ἀριστόδημος ὑποκριταὶ περιφανεῖς. ὑπεκρίνοντο οὖν ἐν ταῖς τραγῳδίαις καὶ ταῖς κωμῳδίαις καὶ θεούς· καὶ τοῦτο νῦν Ἥρα γυναικείᾳ κρατουμένη ὀλιγωρίᾳ καὶ ὅτι ὅλως θεῶν ὑπεισέρχονται πρόσωπα ὑποκνιζομένη περιπαθῶς τῷ Διὶ ὑποτίθεται. ~ΔCVOΩ