Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 3-8
Not analysed yet
Ἰκάριον*] ὁ Ἴκαρος υἱὸς ἦν τοῦ Δαιδάλου. ὅτε οὖν ἐπέτοντο αὐτὸς καὶ ὁ πατήρ, ὡς παῖς ὁ Ἴκαρος ἀνελθὼν εἰς ὕψος τοῦ κηροῦ λυθέντος τῶν πτερῶν εἰς τὴν θάλασσαν ἔπεσε καὶ ἀπ’ αὐτοῦ ἐκλήθη Ἰκάριον πέλαγος. ~ΓVΦΩΔ. Addit Δ :διὰ τὸ ἐν τῷ τοιούτῳ πελάγει τὸν Ἴκαρον ἀποπνιγῆναι. ~—]ὁ γὰρ Δαίδαλος μικρὸν ἐπετάσθη διάστημα, οὗτος δὲ καὶ εἰς αὐτὸν ἔφη ἀναβεβηκέναι τὸν οὐρανόν. ~ΓVΩΔ τὰ ὠκύπτερα*] τὰ ἄκρα τῶν πτερῶν τὰ εἰς ὀξὺ καταλήγοντα. ~ΓVΦΩΔ αὐταῖς ὠλέναις*] σὺν αὐταῖς ὠλέναις. ὠλένας δὲ λέγουσι καὶ τοὺς ὤμους. ~ΓVΦΩΔ