Ancient Greek
Δὶς κατηγορούμενος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 31-4
Not analysed yet
ἐγὼ* κτλ. ]τὸ φορτικὸν τοῦτο τῶν νέων ῥητόρων, ὃ ἐπὶ τῆς ἀπαγγελίας κομμωτικῶς διεξέρχονται, λέγει. διὸ καὶ ταῖς θριξὶν αὐτὸ ἀπεικάζει καὶ τῷ τούτων εὐθετισμῷ διὰ τὸ τοῖς παρίσοις αὐτοὺς χαίρειν τῶν κώλων καὶ ταῖς παρη χήσεσι καὶ οἷστισι τοιούτοις ἄλλοις. τοὺς δὲ μεθύοντας καὶ κωμάζοντας εἰς τοὺς χρωμένους τοῖς λόγοις εἰς ἐπιθαλαμίους καὶ γαμηλίους μεταλαμβάνει· οὐδὲ γὰρ τούτων χάριν ῥητορική, ἀλλὰ τοῦ ἐπανορθωτικοῦ τοῦ βίου, τὸ δέ ἐστιν ἐν συμβουλαῖς τε καὶ δίκαις καὶ εἴπερ ἄρα ἐν ἐγκωμίοις καὶ ἐπαίνοις τῶν ἀρετὴν κατορθούντων, οὐ τῶν ἐν τοῖς πότοις ἀσελγαινόντων καὶ κώμους λαμπροὺς ἐκτελούντων καὶ γάμους περιφανεῖς ἐνισταμένων. ~VφΩ